no image
DDbDP-text
Mietvertrag über den achten Teil eines Hauses mit Keller via HGV-meta
Linked by Trismegistos ID
TM 20829.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους εἰκοστοῦ τετάρτου Μεχεὶρ ιδ ἰνδικτίονος. Αὐρηλίᾳ Σοφίᾳ θυγατρὶ Παύλου μητρὸς ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Μηνᾶ μητρὸς Κύρας ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ ἐφʼ ὅσον χρόνον ἔχω τὴν χρῆσιν τοῦ ἑξῆς ἐντεταγμένου ὀγδόου μέρους οἰκίας λογιζόμενον ἀπὸ νεομηνίας τοῦ παρόντος μηνὸς Μεχεὶρ τῆς παρούσης τεσσαρεσκαιδεκάτης ἰνδικτίονος τὸ ὑπάρχον σοι ὄγδοον μέρος ἀπὸ ὁλοκλήρου οἰκίας οἵας ἐστὶν διαθέσεως σὺν καταγαίῳ καὶ παντὶ αὐτοῦ δικαίῳ τῶν κληρονόμων Καλλινίκου ὄγδοον μέρος τῆς ὁλοκλήρου οἰκίας ρ vestiges ἐπὶ τῆς αὐτῆς Ἑρμουπολιτῶν ἐπʼ ἀμφόδου πρὸς χρῆσιν ἐμὴν καὶ οἴκησιν ἐνοικίουενοικείου τοῦ αὐτοῦ ὀγδόου μέρους οἰκίας κατʼ ἔτος χρυσοῦ κερατίων ὅπερ ἐνοίκιονἐνοίκειον ἀποδώσω σοι πρὸς λῆξιν ἑκάστου ἔτους ἀνυπερθέτως καὶ ὁπόταν βουληθῇς ἔχειν παραδώσω σοι τὸ αὐτὸ ὄγδοον μέρος οἰκίας σὺν θύραις καὶ κλεισὶν ὡς παρέλαβον ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Μηνᾶ ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται Αὐρήλιος Τιβερίου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.