no image
DDbDP-text
Pachtvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 16105.
Each record below describes this same ancient text from a different angle.
χμγ μετὰ τὴν ὑπατείαν Φλαυίων Ζήνωνος καὶ Μαρκιανοῦ τῶν λαμπροτάτων, Θὼθ κβ, θ ἰνδικτίονος. Αὐρηλίᾳ Κύρᾳ τῇ εὐγενεστάτῃ θυγατρὶ τοῦ τῆς μακαρίας μνήμης Ἀβρααμίου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Σαραπίωνος Πεκυσίου μητρὸς Νόννας γεωργοῦ ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρά σου ἐφʼ ὃν βούλει χρόνον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς δεκάτης ἰνδικτίονος τὰς ὑπαρχούσας σοι ἀρούρας τρεῖς ἐν τῷ ἀπηλιώτῃ τῆς πόλεως, νότου Ἁθέριος Βρέκων, βορρᾶ τῆς ἁγίας Ἄμα Εὐφημίας ἐν τῇ Κλεοπατρίδι, ἀπηλιώτου γῄδια Μελᾶτος, λιβὸς γῄδια Μακαρίου Τεύκους, εἰς σπορὰν καὶ κατάθεσιν ὧν ἐὰν αἱρῶμαι, φόρου τούτων ἀποτάκτου κατʼ ἔτος σίτου ἀρταβῶν δώδεκα καὶ φασήλουπασήλου ἀρταβῶν πέντε καὶ ἄρακος ἀρταβῶν πέντε καὶ φακοῦ ἀρτάβης μιᾶς ἡμίσους , ὅνπερ φόρον μετρήσω καὶ ἀποδώσω σοι τῷ Ἐπείφι μηνὶ κατʼ ἔτος ἀνυπερθέτως νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ καθιστανόμενον εἰς οἶκόν σου ἐν τῇ αὐτῇ πόλει ἰδίοις μου ζῴοις· ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος ΣαραπίωνΣαραπιωνος Πεκυσίου ὁ προκείμενος μεμίσθωμαι ὡςὡρ πρόκειται. Αὐρήλιος Θεοφάνης Φοιβάμμωνος ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. διʼ ἐμοῦ Φοιβάμμωνος ἐγράφη, vestiges μίσθωσις Σαραπίωνος ἀπὸ Ἑρμουπόλεως, vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.