no image
DDbDP-text
Pachtvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 16124.
Each record below describes this same ancient text from a different angle.
πέμπτῃ, ἑβδόμης ἰνδικτίονος. Φλαυίῳ Ταυρίνῳ υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Ἰωάννου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Ἠλίου ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς ἀρετῆς ἐπὶ ετῆ χρόνον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς εἰσιούσης ὀγδόης ἰνδικτίονος τὰς ὑπαρχούσας τῇ σῇ θαυμασιότητι ἀρούρας εἰκοσιπέντε σὺν τῷ ἐπιβάλλοντι αὐταῖς μέρει λάκκου ἀπὸ γεωργίου ἀρουρῶν τριάκοντα μιᾶς σὺν ὁλοκλήρῳ λάκκῳ κατὰ κοινωνίαν τῶν σῶν κατὰ πατέρα ἀνεψιῶν τῶν ὑπολοίπων ἀρουρῶν ἓξ καὶ τοῦ ὑπολοίπου μέρους τοῦ αὐτοῦ λάκκου εἰς συμ πλήρωσιν τῶν ἀρουρῶν τριάκοντα μιᾶς , διακειμένων ἐν τῷ ἀπηλιώτῃ τῆς αὐτῆς πόλεως, εἰς σπο ρὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι, φόρου τῶν αὐτῶν ἀρουρῶν εἰκοσιπέντε κατʼκαθʼ ἔτος σίτου ἀρταβῶν ἑκατὸν καὶ φασήλου ἀρταβῶν καὶ ἀράκου ἀρταβῶν τριακονταδύο ἡμίσους καὶ φακοῦ ἀρταβῶν εα φασήλουπασήλου καὶ ἀράκου καὶ φακοῦ ἐφʼ ἁλώνων τῆς αὐτῆς πόλεως καὶ χόρτου κολοβο φυοῦς ν δώδεκα ταῖς σαῖς σαργάναις ταριχίων βρωσίμων ἀγρείων ὅνπερ σιτικὸν φόρον μετρήσω τῇ σῇ ἀρετῇ νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ ἀνυπερθέτως ἐν μηνὶ Ἐπεὶφ κατʼ ἔτος καὶ ἀποκαταστήσω τὸν αὐτὸν φόρον εἰς οἶκόν σου ἐν Ἑρμουπόλει ἰδίοις μου ζῴοις, ἕτοιμος δὲ ἔχω καὶ τοῦτον τελειῶσαι ἀπὸ τῶν δαπανημάτων καὶ μισθοῦ οἰκοδόμων, ὑποκειμένων τῇ σῇ θαυμασιότητι εἰς ταύτην τὴν μίσθωσιν πάντων μοι τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων πραγμάτων ἰδικῶς καὶ γενικῶς καθάπερ ἐκ δίκης· τὸ γράμμα ταύτης τῆς μισθώσεως κύριον καὶ βέβαιον, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἠλίας ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Βίκτωρ Φοιβάμμωνος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου Αὐρήλιος Ἰωσῆφις Βίκτορος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.