no image
DDbDP-text
Μετὰ τὴν ὑπατείαν Φλαουίου Λογγίνου τοῦ λαμπροτάτου, Παχὼν ϛ, ια ἰνδικτίονος. Φλαουίῳ Ἰωάννῃ Ταυρίνου τῷ αἰδεσίμῳ ἀπὸ πριμικηρίων ἀριθμοῦ Μαύρων Ἑρμοῦ πόλεως παρὰ Αὐρηλίου ἀπὸ κώμης Πτεμενκύρκεως Ποιμένων τοῦ Ἑρμουπολίτου νομοῦ· ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς ἀρετῆς ἐπὶ χρόνον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς δωδεκάτης ἰνδικτίονος τὰς ὑπαρχούσας σοι ἀρούρας διακειμένας περὶ πρακτορίαν τῆς προγεγραμμένης μου κώμης εἰς σπορὰν ὧν ἐὰν αἱρῶμαι, φόρου τούτων ἀποτάκτου κατ’ ἔτος χρυσοῦ νομισμάτια τρία παρὰπαρὰ κεράτια ἐννέα τῷ δὲ ἀβρόχῳ, ὃ μὴ εἴη, παρέξω χρυσοῦ νομισμάτια ὅνπερ χρυσικὸν φόρον ἀποδώσω σοι τῷ Μεσορὴ μηνὶ ἑκάστου ἔτους ἀνυπερθέτως· ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. θεμένου. δι’ ἐμοῦ Φοιβάμμωνος ἐγράφη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.