no image
DDbDP-text
Miete eines Zimmers via HGV-meta
Linked by Trismegistos ID
TM 16140.
Each record below describes this same ancient text from a different angle.
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰ ωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους ἐνάτου, Ἐπεὶφ α ἰνδικτίονος η Ἀπολλ τῷ εὐλαβεστάτῳ διακόνῳ δυρίδου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Ἀνουθίου Ταυρίνου μητρὸς δειας οσιστου ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισ θῶσθαι παρά σου ἐφʼ ὅσον χρόνον ἔχω τὴν χρῆσιν τοῦ ἑξῆς ἐντεταγμένου τόπου, λογιζόμενον ἀπὸ τῆς σήμερον ἡμέρας ἥτις ἐστὶν Ἐπεὶφ νεομηνία τῆς παρούσης ὀγδόης ἰνδικτίονος, τὸν ὑπάρχοντά σοι τόπον ἕνα ὄντα ἐν τῇ δευτέρᾳ στέγῃ, νεύοντα ἐπὶ βορρᾶ, σὺν μέρει τῆς τε αὐλῆς καὶ τοῦ φρέατος καὶ τῶν λοιπῶν πάντων χρηστηρίων καὶ δικαίων ἀπὸ οἰκίας διακειμένης ἐπὶ τῆς αὐτῆς Ἑρμουπόλεως ἐπʼ ἀμφόδου ταύτης Ἀπηλιώτου, πρὸς χρῆσιν ἐμὴν καὶ οἴκησιν, ἐνοικίουἐνοικείου τούτου κατὰ μῆνα ἀργυρίου ταλάντων τριακοσίων , ὅπερ ἐνοίκιον ἀποδώσω σοι πρὸς λῆξιν ἑκάστου μηνὸς ἀνυπερθέτως· καὶ ὁπόταν βουληθείης ἔχειν, παραδώσω σοι τὸν αὐτὸν τόπον σὺν θύρᾳ καθὼς παρέλαβον· ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀνοῦθις Ταυρίνου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Φοιβάμμων Βίκτορος ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Φλάυιος Βίκτωρ Κολλούθου μαρτυρῶ τῇ μισ θώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Ζαχαρίας Μηνᾶ ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ ι σὺν θεῷ συμβολαιογράφου ἐγράφη. Ἀνουθίου ταυρίνουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.