no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 17456.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τρεισκαιδεκάτου μετὰ τὴν ὑπατείαν Φλαουίου Ἀπίωνος τοῦ ἐνδοξοτάτου, Φαρμοῦθι νεομηνίᾳ, γ ἰνδικτίονος. Φλαουίῳ Ἰωσηφίῳ Πέτρου τῷ θαυμασιωτάτῳ ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Φλαυίου Ἀμμωνίου Κολλούθου ἑξῆς ὑπογράφοντος ἀπὸ στρατιωτῶν ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ ἐφʼ ὃν βούλει χρόνον λογιζόμενον ἀπὸ τῆς παρούσης ἡμέρας, ἥτις ἐστὶν Φαρμοῦθι νεομηνία τῆς παρούσης τρίτης ἰνδικτίονος, κοιτῶνα ἕνα ἐν τῇ πρώτῃ στέγῃ νεύοντα εἰς νότον μετὰ τοῦ αἱροῦντος αὐτῷ μέρους φρέατος καὶ μεσαύλης καὶ εἰσόδου καὶ ἐξόδου καὶ ἀνόδου καὶ καθόδου καὶ τῶν ὑπολοίπων χρηστηρίων καὶ δικαίων ἀπὸ τοῦ αἱροῦντός σοι μέρους οἰκίας ὁλοκλήρου διακειμένης ἐπὶ τῆς αὐτῆς Ἑρμουπολιτῶν ἐπʼ ἀμφόδου Πόλεως ἀπηλιώτου πρὸς οἴκησίν μου καὶ χρῆσιν ἐνοικίουἐνοικειον τοῦ αὐτοῦ κοιτῶνος κατʼ ἔτος χρυσοῦ κερατίων τριῶν ἡμίσεως, ὅπερ ἐνοίκειον ἀποδώσω σοι πρὸς λῆξιν ἑκάστου ἔτουςἔτος ἀνυπερθέτως, καὶ ὁπόταν βουληθείης ἔχειν, παραδώσω σοι τὸν αὐτὸν κοιτῶνα σὺν θύρᾳ καὶ κλειδὶ ὡς παρείληφα. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φλάουιος Ἀμμώνιος Κολλούθου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Φλάουιος Αἰκος Ἰσακίου ἀπὸ Ἑρμουπολιτῶν πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου Αὐρήλιος Μηνκοιου ἀπὸ Ἑρμουπολιτῶν πόλεως μαρτυρῶ τηρω τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Φλάουιος Αὐρηλίου μαρτυρῶ τῇ μισθώσει. Ἰωσηφίῳ Πέτρου παρὰ Ἀμμωνίου Κολλούθου ἀπὸ Ἑρμουπολιτῶν πόλεωςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.