no image
DDbDP-text
Wohnungsmiete via HGV-meta
Linked by Trismegistos ID
TM 19340.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Φλαουίου Ἰορδάνου καὶ Σευήρου τῶν λαμπροτάτων, Φαμενὼθ κη, θ ἰνδικτιόνος. Αὐρηλίοις Φοιβάμμωνι Βασιλείδου καὶ τῇ τούτου γυναικὶγυνὴ Ταυρίνῃ ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Ἐλευθερίου Ταυρίνου μετὰ Εἰρήνης Μαγίρου ἀπὸ τῆς αὐτῆς πόλεως· ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρά σου ἐφʼ ὃν βούλει χρόνον λογιζόμενον ἀπὸ νεομηνίας τοῦ εἰσιόντος μηνὸς Φαρμοῦθι τῆς παρούσης ἐνάτης ἰνδικτίονος τὸ ὑπάρχον κληρωθὲν ὑμῖν παρὰ Εὐδαιμονίδος Ἑρμείνου μονάζοντος καὶ Πνιαμίας Ἡρακλάμμωνος δίμοιρον μέρος οἰκίας πάσης ὁλοκλήρου μόνον ἐπὶ ἐδάφηεἰδάφη καὶ χρηστήρια σύνπαντα οἵας ἐστὶ διαθέσεως καὶ τρίτον μέρος τοῦ ἐκεῖσε φρέατος ἐνόντα ἐν Writing perpendicular to main text Ἑρμουπόλει ἐπʼ ἀμφόδου Φρουρίου ἀπηλιώτου, σοὶ συμπαρέχοντός μου πρὸς οἴκησίν μου καὶ χρῆσιν ἐνοικίουἐνοικείου κατὰ μῆνα ἀργυρίου ταλάντων ἑκατὸν , ὅπερ ἐνοίκιονἐνοίκειον ἀποδώσω σοι πρὸς λῆξιν ἑκάστου μηνὸς ἀνυπερθέτως καὶ ὁπόταν βουληθῇς ἔχειν, παραδώσω σοι τὸ αὐτὸ δίμοιρον μέρος οἰκίας ἐπὶ θύραις καὶ κλεισίκλισί, ὡς παρείληφα. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ω῾μολόγησα. Αὐρήλιος Ἐλευθερίου Ταυρίνου Writing perpendicular to main text μεμίσθωμαι, ὡς πρόκειται. Αὐρήλιος Φοιβάμμων Ἰωάννου ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ Writing perpendicular to main text γράμματα μὴ εἰδότος. Αὐρήλιος Φοιβάμμων Βασιλείδου μαρτυρῶ. Αὐρήλιος Κολλοῦθος Ἐπιμελοῦς ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει. διʼ ἐμοῦ Ἰωάννου ἐγράφη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.