no image
DDbDP-text
Pacht eines verpfändeten Grundstücks via HGV-meta
Linked by Trismegistos ID
TM 16128.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Φλαυίων καὶ Βεναντίου τῶν λαμ προτάτων Ἐπεὶφ δευτέρας ἰνδικτίονος. Αὐρηλίᾳ Κύρᾳ τῇ καὶ Εὐστοργίᾳ τῇ εὐγενεστάτῃ θυγατρὶ τοῦ τῆς ἀρίστης μνήμης Ἀβρααμίου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Ἀπλοῦτος Σερήνου μητρὸς ἀπὸ κώμης Ψελαμύν θεως τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογῶ ἑκουσίως καὶ αὐθαι ρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐγενείας ἐφʼ ὅσον χρόνον διακατέχεις τὴν γενομένην εἰς τὴν σὴν εὐγένειαν παρὰ Ἀρχοντίας Ἀμίνου ἀπὸ τῆς αὐτῆς Ἑρμουπολιτῶν ἀπὸ καρπῶν τῆς σὺν θεῷ τρίτης ἰνδικτίονος τὰς ὑποτεθείσας τῇ σῇ εὐγενείᾳ παρὰ τῆς αὐτῆς εὐγενεστάτης Ἀρχοντίας ἀρούρας ἑπτὰ ἀνύδρους διακειμένας ἐν πεδιάδι τῆς αὐτῆς κώμης εἰς σπορὰν καὶ κατάθεσιν ὧν ἐὰν αἱρῶμαι γενημάτων, φόρου τούτων ἀποτάκτου κατʼ ἔτος σίτου ἀρταβῶν τριάκοντα καὶ κριθῶν ἀρταβῶν ἕξ , ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ ἀποδώσω καὶ μετρήσωαποδωσω τῇ σῇ εὐγε νείᾳ τῷ Ἐπεὶφ μηνὶ ἑκάστου ἔτους ἀνυπερθέτως· ἡ μίσ θωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀπλοῦς Σερήνου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Ἰωάννης διάκονος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰ δότος Αὐρήλιος Ἰωάννης Ἀνδρονίκου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Ἀντώνιος Ταυρίνου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου Ἑρμίνου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Ἰωάννου ἐγράφη #328Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.