no image
DDbDP-text
Pachtvertrag über Ackerland via HGV-meta
Linked by Trismegistos ID
TM 17681.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείανὑπατίαν Φλαυίου Ὀπορτούνου τοῦ λαμπροτάτου Παχὼν ιθ, τετάρτης ἰνδικτίονος. Αὐρηλίᾳ Κύρᾳ τῇ καὶ Εὐστίᾳ τῇ εὐγενεστάτῃ θυγατρὶ τοῦ τῆς λογίας μνήμης Ἀβρααμίου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Δαυεὶτ Παησίου μητρὸς Ταπίας γεωργοῦ ἀπὸ κώμης Ψελαμύνθεως τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐγενείας ἐφʼ ὅσον χρόνον διακατέχεις τὴν ὑποθήκην τὴν γενομένην εἰς τὴν σὴν εὐγένειαν παρὰ Ἀρχοντίας ου ἀπὸ τῆς αὐτῆς πόλεως ἀπὸ καρπῶν τῶν νῦν ὄντων ἐν ἀγροῖς τῆς εὐτυχοῦς τετάρτης ἰνδικτίονος, τὰς ὑποτεθείσας τῇ σῇ εὐγενείᾳ παρὰ τῆς αὐτῆς εὐγενεστάτης Ἀρχοντίας ἀρούρας ἑπτὰ ἀνύδρους, διακειμένας ἐν πεδιάδι τῆς αὐτῆς κώμης, εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι γενημάτων, φόρου τούτων ἀποτάκτου κατʼ ἔτος σίτου ἀρταβῶν τριάκοντα καὶ κριθῶν ἀρταβῶν ἕξ, ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ ἀποδώσω καὶ μετρήσω τῷ Ἐπεῖφ μηνὶ καιρῷ συγκομιδῆς ἑκάστου ἔτους ἀνυπερθέτως. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Δαυεὶτ Παησίου ἀπὸ Ἑρμουπόλεως μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Θέων Παπνουθίου ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Ἀμμώνιος Γεροντίου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Ὧρος Πετ μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Ἴσακος του μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Πουτίωνος ἐγράφ μίσθωσις Δαυεὶτ CopticSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.