no image
DDbDP-text
Erntekauf via HGV-meta
Linked by Trismegistos ID
TM 16129.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Φλαυίου Ὀππορτούνου τοῦ λαμπροτάτου, Παῦνι η, δ ἰνδικτίονος. Ταυρίνῳ τῷ εὐλαβεστάτῳ πρεσβυτέρῳ καθολικῆς ἐκκλησίας τῆς Ἑρμουπολιτῶν, υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Ἰωάννου παρὰ Αὐρηλίου Φοιβάμμωνος Πινουτίωνος μητρὸς οθέας σκυτέως ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαι ρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐλαβείας ἐφʼ ὃν βούλει χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς παρούσης τετάρτης ἰνδικτίονος ὅλον τὸν καρπὸν τῶν ὑπαρχόντων ὑμῖν ἀκανθώνων τῶν ὄντων ἐν τόπῳ λεγομένῳ αλη καὶ ἐν τόπῳ καλουμένῳ Ταριξ οἵας ἐστὶν διαθέσεως η ἡμετέραν χρῆσιν, φόρου τούτων κατʼ ἔτος χρυσοῦ κεράτια ἑπτά , ὅνπερ χρυσικὸν φόρον ἀποδώσω τῇ εὐλαβείᾳ τῷ Θὼθ μηνὶ ἑκάστου ἔτους ἀνυπερθέτως· ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος ΦοιβάμμωνΦοιβάμμωνος ΠινουτίωνοςΠινουτίονος ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Θεόδοτος Παπνουθίου ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος ς Πινουτίωνος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀ κούσας παρὰ τοῦ θεμένου Αὐρήλιος Ἰωάννης Φοιβάμμωνος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου μίσθωσις γενομένη παρὰ Φοιβάμμωνος ΠινουτίωνοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.