no image
DDbDP-text
Pachtvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 16131.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Φλαυίων. Κλημεντίνου καὶ Πρόβου, Αὐρηλίᾳ Κύρᾳ τῇ καὶ Εὐστοργίᾳ τῇ εὐγενεστάτῃ θυγατρὶ τοῦ τῆς λαμπρᾶς μνήμης Ἀβρααμίου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Πεβῆτος Σόιτος μητρὸς γεωργοῦ ἀπὸ κώμης Ἀχιλλεὺς τοῦ Ἑρμου πολίτου νομοῦ. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐγενείαςεὐγενίας ἐπὶ ταετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς εἰσιούσης ἐνάτης ἰνδικτίονος καὶ αὐτῆς τὰς ὑπαρχούσας σοι ἀρούρας πέντε διακειμένας ἐν πεδιάδι τῆς αὐτῆς κώμης Ἀχιλλεὺς εἰς σπορὰν καὶ κατάθεσιν λόγῳ ἀποτάκτου σίτου ἀρταβῶν ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ ἀποδώσω καὶ μετρήσω σοι τῷ Ἐπεὶφ μηνὶ ἑκάστου ἔτους ἀνυπερθέτως· παρέξω δὲ καὶ ε ἁπαλῶν ἀρτάβης ἥμισυ , καὶ μὴ δύνασθαί με ἀποστῆναι εἰ δὲ τοῦτο τολμήσαιμι ποιεῖν, ἐξεῖναί σοι πελου· ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Πεβῆς Σόιτος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Πκῦλις Φοιβάμμωνος ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Ἀφοῦς Φοιβάμμωνος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Διοσκουρίδης Περήτου ζυγοστάτης ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. μαρτυρῶ τῇ μισθώσειμισθώσι ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ βωνος ἐγράφη, vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.