no image
DDbDP-text
Lease. Land via HGV-meta
Linked by Trismegistos ID
TM 19709.
Each record below describes this same ancient text from a different angle.
χμγ βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους εἰκοστοῦ ἐνάτου μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους τρεισκαιδεκάτουτρισκαιδεκάτου Παχὼν ὀγδόῃ ἀρξομένης τετάρτης ἰνδικτίονος. Φλαυΐῳ Διοσκόρῳ υἱῷ τοῦ τῆς μακαρίας μνήμης Ἀπολλῶτος Διοσκόρου τῷ θαυμασιωτάτῳ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ Αὐρήλιος Γεώργιος ἐκ πατρὸς Ψαίου Φαροοῦτος ἐκ μητρὸς Θεονόης ἀπὸ κώμης Ψινάβλα τοῦ Πανοπολίτου νομοῦ ποιμὴν τυγχάνων ὢν τῶν κληρονόμων Ψαίου Βησίου ἀπὸ τῆς αὐτῆς κώμης Ψινάβλα χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς θαυμασιότητος πρὸς ἑνιαυσιαῖον χρόνον καρπῶν τῶν νῦν ὄν των τῆς σὺν Θεῷ εἰσϊούσης τετάρτης ἰνδικτίονος τὰ ὑπάρχοντά σοι πατρῷα βοσκήματα τοῦ τε γεωργίου ὁλοκλήρου ἀρουρῶν ὅσων ἐστὶν μετὰ παντὸς αὐτῶν τοῦ δικαίου καλουμένου Πιαϩ Παλλ κλήρουἀπὸ Ἀκανθῶνος τοῦ μακαρίτου Ἠλιου πολιτευσαμένουἩλιουπολιτευσαμένου καὶ τοῦ ὁλοκλήρου γεωργίου λεγομένου με ν αὐτοῦ τῶν ἀρουρῶν κατὰ τὰ ὅρια τῶν κληρονόμων τοῦ τῆς ἐνδόξουἐνδοξοτάτης μνήμης Κοτου διακειμένου ἐν τῇ νοτίνῃ πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης λεγομένῃ Ἱεράδος Ἀνανείας ος ποιμένος ἐκ νότου Ψιλάμπωνψιλμπων ἐφʼ ᾧ με τὰ προκείμενα βοσκήματα τῶν ὅλων ἀρουρῶν τῶν δύο γεωργίων μετὰ παντὸς αὐτῶν τοῦ δικαίου κατὰ τὰ ὅρια ἔχειν ὑπʼ ἐμὲ εἰς βοσκὴν καὶ εἰς κατανομὴν τῶν ἐμῶν θρεμμάτων καὶ διδόναι σοι λόγῳ φόρου ἤτοι μισθοῦ ἐτησίας νομῆς χρυσοῦ κεράτια δεκαοκτὼ χρυσοχοικῷ σταθμῷ τῆς αὐτῆς κώμης Ἀφροδίτης. ἡ μισθωτικὴ ὁμολογία κύρία ἔσται καὶ βεβαία ἐφʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ τῶν ἑξῆς συνηθῶν ἐπιμαρτυρούντων καὶ ἐφʼ ἅπαντα ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Γεώργιοςγεωργης Ψαίου ποιμὴνποιμὲν ἀπὸ Ψινάβλα ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Διόσκορος Ἰωσηφίου πρεσβύτερος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματαγράματα μὴ εἰδότοςεἰδώτοςειδωιης. Αὐρήλιος Φοιβάμμων Α μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Ἑρμαυῶτος νομικοῦ ἐγράφη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.