no image
DDbDP-text
Pachtvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 16103.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Φλαυίου Βιβιανοῦ τοῦ λαμπροτάτου καὶ τοῦ ἀπο δειχθησομένου, Φαῶφι ι, γ ἰνδικτίονος Φλαυίῳ Ἰωάννῃ Ταυρίνου ἀναφερομένῳ εἰς τὴν στρατιωτικὴν κατὰ Θηβαίδα τάξιν παρὰ Αὐρηλίου Βίκτορος Βήκιος μητρὸς Πίας ἀπὸ κώμης Τέρτον Ψακὴ τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογῶὁμολογῶι ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρά σου ἐπὶ ἑξαετῆ χρόνον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς τετάρτης ἰνδικτίονος τὰς ὑπαρχούσας σοι ἀρούρας ἓξ ἐν δυσὶδυσεὶ τόποις ὧνοὑ τὰς ἐν μὲν τῷ τόπῳ περὶ πρακτορίαν τῆς ἐμῆς κώμης ἀρούρας τέσσαρας , ἐν δὲ τῷ ἑτέρῳ τόπῳ περὶ πρακτορίαν κώμης Λευκοῦ Πύργου τὰς λοιπὰς ἀρούρας δύο , εἰς κατάθεσιν ὧν ἐὰν αἱρῶμαι γενημάτων, φόρου τούτων ἀποτάκτου κατʼ ἔτος σιτοκρίθου κατὰ τὸ ἥμισυ ἀρταβῶν τριάκοντα ἕξ , ὅνπερ φόρον μετρήσω σοι τῷ Ἐπεὶφ μηνὶ κατʼ ἔτος ἀνυπερθέτως νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ ἐφʼ ἁλωνιῶν τῆς αὐτῆς κώμης· ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Βίκτωρ Βήκιος ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Φοιβάμμων Ἑρμοδώρου ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. διʼ ἐμοῦ ΦοιβάμμωνοςΦοιδάμμωνος ἐγράφη. μίσθωσις Βίκτορος Βήκιος ἀπὸ κώμης Τέρτον Ψακὴ τοῦ Ἑρμουπολίτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.