no image
DDbDP-text
Location via HGV-meta
Linked by Trismegistos ID
TM 19042.
Each record below describes this same ancient text from a different angle.
ἌπαΦλαυίῳ Ἀπολλῶτι Διοσκόρου Ψιμανωβετ, ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιο πολίτου νομοῦ, Αὐρήλιος Φοιβάμμων Βίκτορος Ταγάπης, καταμένων ἐν ἐποικίῳἐποικείῳ Ψεκῆτος περὶ τὴν αὐτὴν κώμην καὶ ποιμήν, χαίρειν. ὁμολογῶ μεμισθῶσθαι παρὰ τῆς σῆς σεβασμιότητος πρὸς ἐνιαύσιον χρόνον, γενήματος σὺν Θεῷ μελλούσης ἐνάτηςἐννάτης τῆς νέας ἰνδικτίονος, τὸ ὑπάρχον αὐτῇ βόσκημα διακείμενον ἐπὶ τοῦ ὑπʼ ἐμὲ ὄντος Πασικωρίου κλήρου σὺν παντὶ αὐτοῦ τῷ δικαίῳ, κατὰ τὰ ὅρια, ἐφʼ ᾧ με τοῦτο ἔχειν καὶ διαβοσκεῖν εἰς τροφὴν τῶν ἐμῶν θρεμμάτων, καὶ διδόναι τὸν φόρον τῇ σῇ ἁγιωσύνῃἁγιοσύνῃ κατὰ νομῆς χρυσοῦ νομισμα κατὰπρὸς τὴν συναλλαγὴν τῆς κώμης ?, γίνεται νομισμα παρὰ κεράτι χρυσοχοικῷ οσουν βαλης ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Φοιβάμμων Βίκτορος Ταγάπης μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Κυρικὸς , ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότοςεἰτότος μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦπαρταοῦ θεμένου ἐγράφη διʼ ἐμοῦ Ἀβρααμίου Ἀπολλῶτος συμβολαιογράφου μίσθωσις Φοιβάμμωνος μίσθωσις Βίκτορος Ταγάπης περὶ βοσκήματος Πασικωρίου, γενήματος θ ἰνδικτίονοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.