no image
DDbDP-text
Demande de versement d'une pension d'athlète via HGV-meta
Linked by Trismegistos ID
TM 22963.
Each record below describes this same ancient text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας σεμνοτά της καὶ λαμπροτάτης διὰ Αὐρηλίου Κορελλίου Ἀλεξάνδρου ἀποδε δειγμένου γυμνασιάρχου βουλευτοῦ ἐνάρχου πρυτάνεως τῆς αὐτῆς πόλεως παρὰ Αὐρηλίου Ἑρμοδώρου Σιλβανοῦ Ἑρμοπολίτου ἱερονίκου μονοστεφάνου· αἰτοῦμαι ἐπισταλῆναι ἐκ τοῦ πολιτικοῦ λόγου ὑπὲρ ὀψωνίων μου οὗ ἐνίκησα καὶ ἐστεφανώθην οἰκουμενικοῦ Ὀλυμπικοῦ ἀγῶνος ἐν Βόστρᾳ τῶν ἀπὸ τοῦ διεληλυθότος ιγ ἔτους ἕως Μεχεὶρ καὶ αὐτοῦ τοῦ ἐνεστῶτος ιδ ἔτους μηνῶν ὡς τοῦ μηνὸς δραχμῶν τὰς συναγομένας ἀργυρίου δραχμὰς τετρακισχιλίαςτετρακισχειλίας γίνονται ἀργυρίου δραχμαὶ Δ , λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίου καὶ ἐπερωτηθεὶς ὡμολόγησα· ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαμενὼθ δ Αὐρήλιος Ἑρμόδωρος Σιλβανοῦ αἰτοῦμαι ὡς πρόκειταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.