no image
DDbDP-text
Proposition d'achat de matériaux inutilisés via HGV-meta
Linked by Trismegistos ID
TM 23001.
Each record below describes this same ancient text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης διʼ Αὐρηλίου Κορελλίου Ἀλεξάνδρου ἱππικοῦ ἀπὸ στρατι ῶν καὶ ὡς χρηματίζει ἐνάρχου πρυτάνεως παρὰ Αὐρηλίου Πασίωνος Μώρου Ἑρμοπολίτου.Ἑρμοπολείτου. βούλομαι ὠνήσασθαι ἀπὸ πολιτικοῦ λόγου τύμπανα τρία ἀποβλήσιμα τὰ καὶ ἀποκείμενα ἐν τῷ γυμνασίῳ τιμῆς ἀργυρίου δραχμῶν τετρακοσίων ἅσπερ κυρωθεὶς διαγράψω καὶ παραδώσω τῇ βουλῇ καὶ τῷ πο λιτικῷ λόγῳ· ἐὰν δὲ μὴ κυρωθῶκυρωθη εγ οὐκ ἐνσχεθήσομαι τῇδε τῇ αἱρέσει. διευτυχεῖτε. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοιὰκ Πασίων Μώρου ἐπέδωκα ὡς πρόκειται ς ἔγραψα ὑπὲρ αὐτοῦ φάσκοντος μὴ εἰδέναι γράμματαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.