no image
DDbDP-text
Rapport du distributeur d'huile du gymnase via HGV-meta
Linked by Trismegistos ID
TM 22944.
Each record below describes this same ancient text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαί ας σεμνοτάτης τε καὶ λαμπροτάτης διὰ Αὐρηλίου Κορελ λίου Ἀλεξάνδρου εὐθηνιαρχήσαντος γυμνασιάρχου βουλευτοῦ νεωκόρου τοῦ ἐνταῦθα μεγάλου Σαράπιδος ἱππικοῦ ἀπὸ στρατιῶν καὶ ὡς χρηματίζει ἐνάρχου πρυτάνεως παρὰ Αὐρηλίου Τούρβωνος τοῦ καὶ Ἀμμωνίου Ἀμμωνίου Τούρ βωνος καὶ ὡς χρηματίζω ἐλαιοχύτου τοῦ ἐνταῦθα γυμνασίου κατὰ τὰ κελευσθέντα διʼ ὑπομνημάτων ὑπὸ τοῦ κράτιστα ἐπιστρατηγήσαντος Αὐρηλίου ΤίρωνοςΤείρωνος περὶ τοῦ ὅταν ἀναλειψία γένηται προσφωνεῖν με τῇ κρατίστῃ βουλῇ· ἐπεὶ οὖν τῇ ἑν δεκάτῃ τοῦ ὄντος μηνὸς Φαῶφι ἀναλειψία ἐγένετο γυμνασιαρχοῦντος Σσ ας ἀκολούθως τῷ λόγῳ ετ γυμνασιαρχοῦντος Αὐρηλίου Τούρβωνος τοῦ καὶ καὶ τῇ τετρακαιδεκάτῃ ὁμοίως γυμνα σιαρχοῦντος Κλαυδίου Εὐδαίμονος καὶ τῇ ἑβδόμῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς Φαῶφι ἀναλειψία ἐγέ νετο γυμνασιαρχοῦντος ΘεογειτίωνοςΘεωγιτίωνος τοῦ καὶ Δι ονυσάμμωνος ὁμοίως ἀκολούθως τῷ κλήρῳ αὐτὸ τοῦτο φανερὸν ὑμῖν ποιῶ ἱνʼ εἰδῆτε· διευτυχεῖτε. ἔτους ιε Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι λ Αὐρήλιος Τούρβων ὁ καὶ Ἀμμώνιος ἐπιδέδωκαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.