no image
DDbDP-text
Offre de prise à bail d'une terre municipale via HGV-meta
Linked by Trismegistos ID
TM 23000.
Each record below describes this same ancient text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας λαμπρᾶς καὶ σεμνοτάτης διὰ Αὐρηλίου Ἀλεξάνδρου τοῦ καὶ Κορελλίου εὐθηνιαρχήσαντος γυμνασιάρχου βουλευτοῦ ἐνάρχου πρυτά νεως παρὰ Αὐρηλίου Ἀράχθου Πειώνιος μητρὸς Τελύτιος ἀπὸ κώμης Θελβώνθεως· βούλο μαι ἑκουσίως μισθώσασθαι ἀπὸ πολιτικοῦ λόγου ἐπʼ ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος ιδ ἔτους περὶ τὴν αὐτὴν Θελβῶνθιν ἐκ τοῦ Φιλοκράτους κλήρου ἀρούρας ἓξ εἰς σπορὰν πυροῦ καὶ χόρτου κατʼ ἔτος κατὰ τὸ ἥμισυ ἐκ φορίου καὶ φόρου ἀποτάκτου κατʼ ἔτος τῶν ὅλων πυροῦ ἀρταβῶν δεκαπέν τε καὶ ἀργυρίου δραχμῶν ἑξήκοντα καὶ ἐπιθέματος τῶν ὅλων δραχμὰς εἴκοσι ὀκτώ, ἅπερ ἐκφόρια καὶ φόρους ἀποδώσω μετρήσω ἐν τοῖςτῷ Παῦνι Ἐπεὶφ μησὶ κατʼ ἔτος, τὸ μὲν ἀργύριον δό κιμον τὸν δὲ πυρὸν εἰς τὸ δημόσιον, μίαν δοχικῷ ἀντὶ μιᾶς Ἀθηναίου οὗ καὶ μέτρησιν ἐποίσω καθαρὰν εἰς ὄνο μά σου, τῶν δημοσίων καὶ ἐπιμε ρισμῶν ὄντων πρὸς τὸν τῆς οὐσίας λόγον, καὶ ἐπερωτηθεὶς ὡμολόγησα· ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ λSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.