no image
DDbDP-text
Antrag auf die Pachtung einer städtischen Realität via HGV-meta
Linked by Trismegistos ID
TM 22997.
Each record below describes this same ancient text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας λαμπρᾶς καὶ σεμνοτάτης διὰ Αὐρηλίου Κορελλίου Ἀλεξάνδρου ἱππικοῦ ἀπὸ στρα τιῶν καὶ ὡς χρηματίζει ἐνάρχῳ πρυ τάνει τῆς αὐτῆς πόλεως παρὰ Αὐρηλίου Ἀνουβίωνος Ὡρίωνος μητρὸς ἀπὸ κώμης Τιτκώεως πρὸς το βούλομαι μισθώσασθαι ἀπὸ τοῦ πολιτικοῦ λόγου ἃς προεῖχα ἐν μισθώσει περὶ Τιτκῶιν ἐκ τοῦ Νοστίμου κλήρου ἀρούρας δεκαεπτὰδεκαεμπτὰ ἐπʼ ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος ιδ ἔτους τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ εἰς σπορὰν πυροῦ καὶ χόρτου κατʼ ἔτος κατὰ τὸ ἥμισυ ἐκφορίου καὶ φόρου τῆς μὲν ἐν πυρῷ ἡμισείας ἀποτάκτων ἀρταβῶν ἑβδομήκοντα ἑπτά, τῆς δὲ ἐν χόρτῳ ἐσπαρμένης ἡμισείας ἀποτάκτου ἀργυρίου δραχμῶν τριακοσίων ἕνδεκα, ἃς ἀποδώσω καὶ μετρήσω κατʼ ἔτος ἐν τῷ Παῦνι καὶ Ἐπεὶφ μησί, τὸ μὲν ἀργύριον διαγράψω εἰς τὸ δημόσιον ἀπὸ δὲ τοῦ πυροῦ μετρήσω εἰς τοὺς δημοσίους θησαυροὺς πρώτῃ μετρήσει, τὸ δʼ ἀπὸ τῆς γῆς μέτρημα δ εἰς τὸν λόγον τῆς πόλεως δεναι, τὸ δὲ λοιπὸν μετρήσω μέτρῳ δοχικῷ μενους μέτρῳ Ἀθηναίῳ ἑκτημόρῳ , τῶν δημοσίων πάντων τῆς γῆς καὶ ἐπιμε ρισμῶν ὄντων πρὸς τὸν πολιτικὸν λόγον· ἐὰν δέ, ὃ μὴ γένοιτογείνοιτο, ἄβροχοςἀβροχία γένηται ἀπὸ μέρους οὐκ ἐνσχε θήσομαι τῇδε τῇ αἱρέσει, λόγου φυλασσομένου τῇ πόλειπόλι καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίου ἐπιθέματος δὲ γενομένου κατʼ ἔτος ἐξὸν ἑτέροις μετα μισθοῦν ἢ καὶ ἀντιλαμβάνεσθαι· καὶ ἐπερωτηθεὶς ὡμολόγησα· ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Αὐρήλιος Ἀνουβίων Ὡρίωνος μεμίσθωμαι ὡς πρόκειται ἔγραψα ὑπὲρ αὐτοῦ φαμένου μὴ εἰδέναι γράμματαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.