no image
DDbDP-text
Offre de prise à bail d'une maison appartenant à la ville via HGV-meta
Linked by Trismegistos ID
TM 22998.
Each record below describes this same ancient text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης διʼ Αὐρηλίου Κο ρελλίου Ἀλεξάνδρου ἱππικοῦ ἀπὸ στρατιῶν γυμνασιάρχου βουλευ τοῦ ἐνάρχου πρυτάνεως τῆς αὐτῆς πόλεως καὶ ὡς χρηματίζει, παρὰ Αὐρηλίου Ἑρμοῦ Τατήριος Ἑρμοπολίτου ἀναγραφομένου ἐπʼ ἀμφόδου πόλεως ἀπηλιώτου· βούλομαιβούλομε ἑκουσίως μισθώσασθαι ἐκ τοῦ πο λιτικοῦ λόγου ἐπʼ ἔτη δύο ἀπὸ τοῦ ὄντος μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος ιδ ἔτους οἰκίαν μονόστεγον καινὴν ἐν Ἑρμουπόλει ἐπὶ πόλεως ἀπηλιώτου πρὸς τῇ καμάρᾳ ὑπὸ στοὰν νοτίνηνβορινὴν Ἀντι νοιτικῆς πλατείαςπλατίας εἰς οἴκησίν μουμοι καὶ τῶν παρʼ ἐμοῦ, ἐνοικίου ἑκάστου μηνὸς δραχμῶν ὀκτὼ ἃς ἀποδώσω καθʼ ἕκαστον μῆνα ἀνυπερθέτως καὶ ἐν τέ λει τοῦ χρόνου παραδώσω σὺν θύραις ὥσπερ ὅνπερ παρείληφαπαρίληφα ἐπιθέ ματος δὲ γινομένουγεινομένου ἐξὸν ἑτέ ροις μεταμισθοῦν· ἐπερωτηθεὶςἐπερωτη θεῖσα ὡμολόγησα.ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ ιγ Αὐρήλιος Ἑρμῆς Τατήριος μεμίσθωμαι ὡς πρόκειται· Αὐρήλιος Κοπρῆς ἔγραψα ὑπὲρ αὐτοῦ φάσκοντος μὴ εἰδέναι γράμματαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.