no image
DDbDP-text
Offre de prise à bail d'une terre municipale via HGV-meta
Linked by Trismegistos ID
TM 23003.
Each record below describes this same ancient text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας λαμπρᾶς καὶ σεμνο τάτης διὰ Αὐρηλίου Κορελλίου Ἀλεξάνδρου vestiges vestiges πα ρὰ Αὐρ vestiges ἀπὸ κώμης Θελβών θεως· βούλομαι ἑκουσίως μισθώσασθαι ἐκ τοῦ πολιτικοῦ λόγου ἐπὶ χρόνον ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος ιδ ἔτους τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ περὶ τὴν αὐτὴν Θελβῶνθιν ἃς καὶ πρότερον ἐγεώργουν ἀρούρας ἓξ εἰς σπορὰν πυροῦ κατʼ ἔτος κατὰ τὸ ἥμισυ ἐκφορίου καὶ φόρου ἀποτάκτου κατʼ ἔτος πυροῦ ἀρταβῶν ὑφʼ ἑτέρου γεωργοῦ τῶν αὐτῶν καὶ ἀργυρίου δραχμῶν ἑβδομήκοντα εἴκοσι καὶ δραχμῶν ἐὰν δὲ, ὃ μὴ γένοιτο, ἄβροχοι γένωνται, ἀπὸ τοῦ ἑξῆς ἔτους ἐπανάγκες ἐπαντλήσω καὶ τελέσω τῶν προκειμένων φόρων τὸ ἥμισυ καὶ μετρήσω ἐν τῷ Παῦνι καὶ Ἐπεὶφ μησὶ κατʼ ἔτος τὸ μὲν ἀργύριον δόκιμον τὸν δὲ πυρὸν εἰς τὸ δημόσιον πρώτῃ μετρήσει, μίαν δοχικῷ ἀντὶ μιᾶς Ἀθηναίου καὶ ἐποίσω μέτρησιν καθαράν, τῶν δημοσίων πάντων καὶ ἐπιμερισμῶν νω ἐπιθέματος δὲ γινομένου ἐξ ὸν ἑτέροις μεταμισθοῦν ἢ καὶ αὐτουργεῖν, καὶ ἐπερωτηθεὶς ὡμολόγησα· ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοιὰκ ιζ ἔγραψα ὑπὲρ αὐτοῦ φάσκοντος μὴ εἰδέναι γράμματαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.