no image
DDbDP-text
Achat et transport de bois de construction via HGV-meta
Linked by Trismegistos ID
TM 22973.
Each record below describes this same ancient text from a different angle.
τῇ κρατίστῃτῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης διὰ Αὐρηλίου Κορελλίου τοῦ καὶ Ἀλεξάνδρου καὶ ὡς χρηματίζει ἐνάρχου πρυτάνεως παρὰ Αὐρηλίου Ἀχιλλέως τοῦ καὶ Ἑρμοδώρου βουλευτοῦ τῆς αὐτῆς πόλεως αἱρεθέντος ὑπὸ τῆς κρατίστης βουλῆς εἰς συνωνὴν ποιήσασθαι καὶ ἀνακομιδὴν ξύλων τεκτονικῶν τῶν εἰς τὴν οἰκοδόμησιν δημοσίων βαλανείων τῆς πόλεως· αἰτοῦμαι ἐπισταλῆναι ἀπὸ λόγου πολιτικοῦ ἐπὶ προχρείας εἰς συνωνὴν ξύ λων καὶ ἀνακομιδὴν αὐτῶν ἀργυρίου καινοῦ νομίσματος τάλαντα δύο καὶ δραχμὰς τρισχιλίαςτρεισχειλίας ὧν τὸν λόγον καταχωριῶ εἰς τὸ πολιτικὸν λογιστήριον καὶ οἷς προσήκει, λόγου φυλασ σομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίου· ἀκολούθως τῷ ἐπιστάλ ματι Αὐρήλιος Ἀχιλλεὺς ὁ προκείμενος βουλευτὴς αἰτοῦμαι ὡς πρόκειται ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς ΣεβαστοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.