no image
DDbDP-text
Achat et transport de plaques de porphyre via HGV-meta
Linked by Trismegistos ID
TM 22980.
Each record below describes this same ancient text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης διὰ Κορελλίου Ἀλεξάνδρου ἐνάρχου πρυτάνεως παρὰ Αὐρηλίου Ἑρμαίου τοῦ καὶ Δημητρίου ἐπίκλην Σατρίωνος βουλευτοῦ τῆς αὐτῆς πόλεως αἱρεθέντος ὑπὸ τῆς κρατίστης βουλῆς συνωνὴν καὶ προσκο μιδὴν ποιήσεσθαι πλακῶν πορφυριτικῶν καὶ ἄλλων· αἰτοῦμαι ἐπισταλῆναι ἀπὸ πολιτικοῦ λό γου εἰς λόγον τιμῆς πλακῶν καὶ τοῦ ναύλου αὐ τῶν καινοῦ νομίσματος ἀργυρίου τάλαντα πέντε γίνεται ἀργυρίου τάλαντα ε ὧν τὸν λόγον καταχωριῶ εἰς τὸ πολιτικὸν λογιστήριον καὶ οἷς προσήκει· ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Αὐρήλιος Ἑρμαῖος ὁ καὶ Δημή τριος ἐπίκλην Σατρίων βουλευτὴς αἰτοῦμαι τὰ τοῦ ἀργυρίου καινοῦ νομίσματος τάλαντα ε ὡς πρόκειταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.