no image
DDbDP-text
Chauffage des bains d'Hadrien via HGV-meta
Linked by Trismegistos ID
TM 22954.
Each record below describes this same ancient text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης διὰ Μάρκου Αὐρηλίου Κορελλίου Ἀλεξάνδρου ἱππικοῦ ἀπὸ στρατιῶν γυμνασιάρχου βουλευτοῦ ἐνάρχου πρυτάνεως τῆς αὐτῆς πόλεως καὶ ὡς χρηματίζει παρὰ Αὐρηλίου Δημητρίου τοῦ καὶ Εὐδαίμονος Ἑρμίνου βουλευτοῦ τῆς αὐτῆς πόλεως αἱρεθέντος ὑπὸ τῆς κρατίστης βουλῆς εἰς ἐπιμέλειαν προκαύσεως Ἁδριανῶν θερμῶν βαλανεί ων τῆς αὐτῆς πόλεως· αἰτοῦμαι ἐπισταλῆναι ἀπὸ τοῦ πολιτικοῦ λόγου εἰς τὴν αὐτὴν πρόκαυσιν ἀκολούθως τοῖς ὑπομνηματισθεῖσιὑπομνηματισθεῖσει ἐπὶ τῆς αὐτῆς κρατίστης βουλῆς τῶν αὐτῶν Ἁδριανῶν θερμῶν βαλανείων καὶ νῦν ἀργυρίου τάλαντον ἓν καὶ δραχμὰς ἑξακοσίας γίνονται ἀργυρίου τάλαντον α δραχμαὶ χ οὗ τὸν λόγον ἐπιδώσω τῷ πολιτικῷ λόγιστηρίῳ, λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσιν παντὸς δικαίου· διευτυχεῖτε. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοιὰκ ιζ Αὐρήλιος Δημήτριος ὁ καὶ Εὐδαί μων βουλευτὴς αἰτοῦμαι τὸ τοῦ ἀργυρίου τάλαντον ἓν καὶ δραχμὰς ἑξακοσίας ὡς πρόκειται Αὐρήλιος αἰτοῦ μαι ὡς πρόκειταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.