no image
DDbDP-text
Achat de gypse et de mortier via HGV-meta
Linked by Trismegistos ID
TM 22972.
Each record below describes this same ancient text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης διὰ Αὐρηλίου Ἀλεξάνδρου τοῦ καὶ Κορελλίου ἀπὸ στρατιῶν καὶ ὡς χρηματίζει ἐνάρχου πρυτάνεως παρὰ Αὐρηλίου Ὡριγένους Ὡρίωνος βουλευτοῦ τῆς αὐτῆς πόλεως αἱρεθέντος ὑπὸ τῆς κρατίστης βουλῆς εἰς ἐπιμέλειαν καὶ συνωνὴν γύψου καὶ χάλικος ὑπὲρ τῶν ἐν τῷ γυμνασίῳ τῆς αὐτῆς πόλεως Ἁδριανῶν βαλανείων τοῦ αὐτοῦ γυμνασίου· αἰτοῦμαι ἐπισταλῆναι ἐκ τοῦ πολιτικοῦ λόγου εἰς τὰ διʼ ἐμοῦ γινόμεναγεινόμενα ἀναλώματα τῆς αὐτῆς ἐπιμελείας ἀργυρίου τάλαντα ὧν τὸν λόγον καταχωριῶ εἴς τὸ πολιτικὸν λογιστήριον, λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχου σι παντὸς δικαίου· ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Αὐρήλιος Ὡριγένης Ὡρίωνος βουλευτὴς αἰτοῦμαι ὡς πρόκειταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.