no image
DDbDP-text
Demande de versement d'une pension d'athlète via HGV-meta
Linked by Trismegistos ID
TM 23012.
Each record below describes this same ancient text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ σεμνοτάτης καὶ λαμπροτάτης παρὰ Αὐρηλίου Λευκαδίου Ἑρμοπολίτου ἱερονίκου παγκρατιαστοῦ διὰ Αὐρηλίου Ἀππιανοῦ τοῦ καὶ Δημητρίου ἱερονίκου ἐπι τρόπου συσταθέντος· αἰτοῦμαι ἐπισταλῆναι ἐκ τοῦ πολι τικοῦ λόγου ὑπὲρ ὀψωνίων μου ὧν ἐνίκησα καὶ ἐστεφα νώθην ἱερῶν εἰσελαστικῶν ἀγώνων τῶν ἀπὸ μηνὸς Φαμενὼθ ι ἔτους ἕως λ Μεχεὶρ ιδ ἐτους μηνῶν μη ὡς τοῦ μηνὸς δραχμῶν ρπ τάλαντον α δραχμὰς Βχμ καὶ ὑπὲρ οὗ πρώτως ἐνίκησα καὶ ἐστεφανώθην ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ περιπορφύρου ἰσολυμπίου ἐν κο λωνίᾳ Σιδονίων πόλει τῶν ἀπὸ ϛ Φαμενὼθ ια ἔτους ἕως Μεχεὶρ καὶ αὐτοῦ ιδ ἔτους μηνῶν λε ἡμερῶν κε ὡς τοῦ μηνὸς δραχμῶν ρπ τάλαντον α δραχμὰς υν γίνονται ἐπὶ τὸ αὐτὸ τῆς αἰτήσεως ἀργυρίου τάλαντα δύο ἀργυρίου τάλαντα β δραχμαὶ ΓϙSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.