no image
DDbDP-text
Demande de versement d'une pension d'athlète via HGV-meta
Linked by Trismegistos ID
TM 18362.
Each record below describes this same ancient text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ σεμνο τάτης καὶ λαμπροτάτης παρὰ Αὐρηλίου Ἀππιανοῦ τοῦ καὶ Δημητρίου Ἑρμοπολίτου ἱερονί κου παγκρατιαστοῦ· αἰτοῦμαι ἐπι σταλῆναι ἐκ τοῦ πολιτικοῦ λό γου ὑπὲρ ὀψωνίων μου ὧν ἐνίκη σα καὶ ἐστεφανώθην ἱερῶν εἰσε λαστικῶν ἀγώνων χωρὶς ὧν ὑπὲρ προτέρων μου αἰτοῦμαι ὑμᾶς ἐ πάνω τούτων ἀπὸ μηνὸς Παῦνι τοῦ διεληλυθότος ιγ ἔτους ἕως Μεχεὶρ καὶ αὐτοῦ Μεχεὶρ τοῦ ἐνεστῶτος ιδ ἔτους μηνῶν θ ὡς τοῦ μηνὸς δραχμῶν ρπ τὰς συναγομένας ἀργυρίου δραχμὰς χιλίαςχειλίας ἑξακοσίας εἴκοσι γίνεται ἀργυρίου δραχμαὶ Αχκ· διευτυχεῖτε. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαμενὼθ ιβ Αὐρήλιος Ἀππιανὸς ὁ καὶ Δημήτριος ἱερονίκης αἰτοῦμαι ὡς πρόκειταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.