no image
DDbDP-text
Demande de versement d'une pension d'athlète via HGV-meta
Linked by Trismegistos ID
TM 22958.
Each record below describes this same ancient text from a different angle.
αἰτοῦμαι ἐπισταλῆναι ἀπὸ πολιτικοῦ λόγου ὑπὲρ ὀψωνίων μου οὗ ἐνίκησα καὶ ἐστεφανώθην ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ ἀγῶνος ἰσολυμπίου ἐν Γάζῃ τῶν ἀπὸ Φαμενὼθ τοῦ διεληλυθότος ιδ ἔτους ἕως Χοιὰκ καὶ αὐτοῦ τοῦ ἐνεστῶτος ιε ἔτους μηνῶν ι ὡς τοῦ μηνὸς δραχμῶν σ τὰς συναγομένας ἀργυρίου δρα χμὰς δισχιλίαςδισχειλίας, γίνoνται ἀργυρίου δραχμαὶ Β λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαί ου· ἔτους ιε Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεχείρ. Αὐρήλιος Σερῆνος ἱερονίκηςἱαιρονείκης αἰτοῦμαι ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.