no image
DDbDP-text
Demande de versement d'une pension d'athlète via HGV-meta
Linked by Trismegistos ID
TM 23010.
Each record below describes this same ancient text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ σεμνοτάτης καὶ λαμπροτάτης παρὰ Αὐρηλίου Λευκαδίου Ἑρμοπολίτου ἱερονίκου παγκρατιαστοῦ διὰ Αὐρηλίου Ἀππιανοῦ τοῦ καὶ Δημητρίου Ἑρμοπολίτου ἐπιτρόπου συστα θέντος· αἰτοῦμαι ἐπισταλῆναι ἀπὸ τοῦ πο λιτικοῦ λόγου ὑπὲρ ὀψωνίων μου ὧν ἐνίκη σα καὶ ἐστεφανώθην ἱερῶν εἰσελαστικῶν ἀγώνων τῶν ἀπὸ μηνὸς Φαμενώθ ι ἔτους ἕως λ Μεχεὶρ ιδ ἔτους μηνῶν μη ὡς τοῦ μηνὸς δραχμῶν ρπ τάλαντον α δραχμὰς Βχμ καὶ ὑπὲρ οὗ πρώτως ἐνίκησα καὶ ἐστεφανώθην ἱεροῦ εἰσελα στικοῦ οἰκουμενικοῦ περιπορφύρου ἰσο λυμπίου ἐν κολωνίᾳ Σιδονίων πόλει τῶν ἀπὸ ϛ Φαμενὼθ ια ἔτους ἕως Μεχεὶρ καὶ αὐτοῦ ιδ ἔτους μηνῶν λε ἡμερῶν κε ὡς τοῦ μηνὸς δραχμῶν ρπ τάλαντον α δραχμὰς υν γίνονται ἐπὶ τὸ αὐτὸ τῆς αἰτήσεως ἀργυρίου τάλαντα δύο καὶ δρα χμαὶ τρισχίλιαιτρισχείλιαι ἐνενήκοντα γίνονται ἀργυρίου τάλαντα β καὶ δραχμαὶ Γϙ λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίου· ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ ΦαμενώθSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.