no image
DDbDP-text
Demande de versement d'une pension d'athlète via HGV-meta
Linked by Trismegistos ID
TM 23011.
Each record below describes this same ancient text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρ χαίας καὶ σεμνοτάτης καὶ λαμπροτάτης παρὰ Αὐρηλίου Λευκαδίου Ἑρμπολίτου ἱερονίκου παγκρα τιαστοῦ διὰ Αὐρηλίου Ἀππιανοῦ τοῦ καὶ Δημητρίου Ἑρμοπολίτου ἐπιτρόπου συσταθέντος· αἰτοῦμαι ἐπισταλῆναι ἐκ τοῦ πο λιτικοῦ λόγου ὑπὲρ ὀψωνίων μου ὧν ἐνίκησα καὶ ἐστεφανώθην ἱερῶν εἰσελαστικῶν ἀγώνων τῶν ἀπὸ μηνὸς Φαμενὼθ ι ἔτους ἕως λ Με χεὶρ ιδ ἔτους μηνῶν μη ὡς τοῦ μηνὸς δραχμῶν ρπ τάλαντον α δραχμὰς Βχμ καὶ ὑπὲρ οὗ πρώτως ἐνίκησα καὶ ἐστεφανώθην ἱεροῦ εἰσελαστικοῦ οἰκουμε νικοῦ περιπορφύρου ἰσολυμπίου ἐν κολωνίᾳ Σιδονίων πόλει τῶν ἀπὸ ϛ Φαμενὼθ ια ἔτους ἕως Μεχεὶρ καὶ αὐτοῦ τοῦ Μεχεὶρ ιδ ἔτους μηνῶν λε ἡμερῶν κε ὡς τοῦ μηνὸς δραχμῶν ρπ τάλαντον α δραχμὰς υν γίνονται ἐπὶ τὸ αὐτὸ τῆς αἰτήσεως ἀργυρίου τάλαντα δύο, τρισχίλιαιτρισχείλιαι ἐνενήκοντα γίνονται ἀργυρίου τάλαντα β καὶ δραχμαὶ Γϙ λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίου· ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ ΦαμενὼθSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.