no image
DDbDP-text
Demande de versement d'une pension d'athlète via HGV-meta
Linked by Trismegistos ID
TM 22959.
Each record below describes this same ancient text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας σε μνοτάτης καὶ λαμπροτάτης παρὰ Κλαυδίου Μαικήνα ἰσθμιονίκου παγκρατιαστοῦ παραδόξου καὶ ὡς χρηματίζω· αἰτοῦμαι ἐπιστα λῆναι ἐκ τοῦ πολιτικοῦ λόγου ὑπὲρ ὀψωνίων μου ὧν ἐνίκησα καὶ ἐστεφανώθην ἱερῶν εἰσελαστικῶν ἀγώνων τῶν ἀπὸ μηνὸς τοῦ διεληλυθότος ιγ ἔτους ἕως Μεχεὶρ καὶ αὐτοῦ τοῦ ἐνεστῶτος ιδ ἔτους μηνῶν ὡς τοῦ μηνὸς δραχμῶν σ μετὰ λοιπογραφῆς ταλάντων β δραχμῶν β τριώβολον χαλκοῦς δ τὰ συναγό μενα τάλαντα δύο καὶ δραχμὰς τετρακισ χιλίας κοσίας πέντε, γίνεται τάλαντα β δραχμὰς Δε, λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίου· ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Παρθικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαμενὼθ Κλαύδιος Μαικήνας ἰσθμιονίκης αἰτοῦμαι ὡς πρόκειταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.