no image
DDbDP-text
Offre de prise à bail d'une terre municipale via HGV-meta
Linked by Trismegistos ID
TM 23002.
Each record below describes this same ancient text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης διὰ Αὐρηλίου Κορελλίου Ἀλεξάνδρου ἱππικοῦ ἀπὸ στρατιῶν γυμνασιάρχου βουλευτοῦ ἐνάρχου πρυτάνεως τῆς αὐτῆς πόλεως καὶ ὡς χρηματίζει, παρὰ Αὐρηλίου Μενελάου Πασχειοῦτος μητρὸς Τεσεῦτος ἀπὸ κώμης Θελβώνθεως· βούλομαι ἑκουσίως μισθώσασθαι ἐκ τοῦ πολιτικοῦ λόγου ἐπὶ χρόνον ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος ιδ ἔτους περὶ τὴν αὐτὴν Θελβῶνθιν ἐκ τοῦ Φιλοκράτους κλήρου ἀρούρας ἓξ εἰς σπορὰν πυροῦ καὶ ἀναπαυ ματικῶν γενῶν κατʼ ἔτος κατὰ τὸ ἥμισυ ἐκφορί ου καὶ φόρου κατʼ ἔτος ἀποτάκτου τῶν ὅλων ἀρουρῶν πυροῦ ἀρταβῶν δεκαοκτὼ καὶ ἀργυ ρίου δραχμῶν ἑβδομήκοντα δύο ἃς ἀποδώσω καὶ μετρήσω ἐν τῷ Παῦνι καὶ Ἐπεὶφ μησὶ κατʼ ἔτος τὸ μὲν ἀργύριον δόκιμον τὸν δὲ πυρὸν εἰς τὸ δη μόσιον πρώτῃ μετρήσει μίαν δοχικῷ ἀντὶ μιᾶς Ἀθηναίου καὶ ἐποίσω μέτρησιν καθαρὰν εἰς τὸ διασταλῆναι, τῶν δημοσίων πάντων τῆς γῆς καὶ ἐπιμερισμῶν ὄντων πρὸς τὸν τῆς πόλεως λόγον· ἐὰν δέ, ὃ μὴ γίνοιτογείνοιτο, ἄβροχοςἀβροχία γένηται, ἀπὸ τοῦ ἑξῆς ἔτους ἐπάναγκες ἐπαντλήσω καὶ τελέσω τῶν προκειμένων φόρων τὸ ἥμισυ, ἐπιθέματοςἐπιθαί ματος δὲ γινομένουγεινομένου ἐξὸν ἑτέροις μεταμισθοῦν ἢ καὶ αὐτουργεῖν καὶ ἐπερωτηθεὶς ὡμολόγησα· ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοιὰκ γ Αὐρήλιος Μενέλαος Πασχειοῦτος μεμίσθωμαι ὡς πρόκειται· Αὐρήλιος Κοπρῆς ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.