no image
DDbDP-text
Petition to a Πατὴρ Πόλεως via HGV-meta
Linked by Trismegistos ID
TM 35622.
Each record below describes this same ancient text from a different angle.
Φλαουΐῳ Φοιβάμμωνι πολιτευομένῳ πατρὶ πόλεως Ὀξυρυγχίτου παρὰ Αὐρηλίας Ἀηοῦ ἀπὸ τῆς αὐτῆς πόλεως. τῶν ἀνθρωπίνων ὑπεξῆλθεν ὁ ἐμὸς ἀνὴρ ἐποφείλωνἐποφίλων χρέα. ὁ δὲ υἱός μου Ἀείων, γυναῖκαν ἑαυτῷ ἀγαγὼν καὶ ἐκ τῆς τοῦ πατρὸς αὐτοῦ εὐπορίας τῶν πραγμάτων εὑρών, μελετᾷ ἐπικλᾶσαι ἐμοὶ τῇ μητρὶ μέρος τοῦ χρέους, ἀντιποιούμενος καὶ τοῦ γονικοῦ μου οἰκήματος. ὅθεν παρακαλῶ σου τὴν στερρότητα ὥστε κελεῦσαι τοῦτον παραστῆναι, ἐπειδήπερ καὶ περιεποιήσατο ἑαυτῷ πράγματα, ἔχοντα καὶ τοὺς νηπίους ἀδελφοὺς αὐτοῦ συγκά μνονταςσυνκάμνοντας, καὶ ἀκροάσασθαι ἡμῶν καὶ τύπον δίκαιον παρασχεῖν. φαίνομαι γὰρ ὑπὲρ αὐτοῦ ἐν τῷ χρυσαρ γύρῳ ὑποθεμένη τὸ θυγάτριόν μου εἰς τέσσαρα χρύσινα. Αὐρηλία Ἀηοῦ ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.