no image
DDbDP-text
Application for Alteration in Taxing - Lists via HGV-meta
Linked by Trismegistos ID
TM 22022.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας Φλαουίου Ἰωάννου τοῦ ἐνδοξοτάτου Φαρμοῦθι κ ἰνδικτίονος α ἐν ὈξυρύγχωνὈξυρυγχιτῶν πόλει. τῇ ἐξακτορικῇ τάξει μερίδος καὶ οἴκου τοῦ τῆς περιβλέπτου μνήμης Τιμαγένους διὰ σοῦ τοῦ ἐλ λογίμου Θεοδώρου βοηθοῦ ἐξακτορίας ταύτης τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως Φλαουία Εὐήθεια ἡ εὐγενεστάτη θυγάτηρ τοῦ τῆς εὐλαβοῦς μνήμης Ἀπολλῶτος γενομένου περι ἀπὸ ταύτης τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως. ἐκ τῶν παρὰ σοὶ δημοσίων χαρτῶν ἐκ τοῦ ὀνόματος Θεοπρεπείας τῆς μακαρίας μου μητρὸς δημόσιον τέλεσμα ὑπὲρ τῶν ἐμῶν προκιμαίων πραγμάτων προσενεχθέντων παρʼ ἐμοῦ τῷ ἐμῷ συμβίῳ τῷ αἰδεσίμῳ Ἰουλίῳ λόγῳ προικὸς ἀκολούθως τοῖς γεναμένοις μεταξὺ ἡμῶν γαμικοῖς συμβολαίοις ὑπὲρ μὲν ἐμβολῆς εἰς σίτου καθαροῦ κανόνος καγκέλλῳ δημοσίῳ ἀρτάβας καὶ ὑπὲρ χρυσικῶν παντοίων αὐτῶν τίτλων χρυσοῦ κεράτια ὀκτὼ ἥμισυ ὄγδοονὄγδον πλήρηπλήρα, τὰ δὲ τελέσματα μετὰ τῶν ἐξ ἔθους αὐτῶν παντοίων ἀναλωμάτων, θέλησον ἀποκουφίσαι καὶ σύμπαντα ταῦτα τὰ προγεγραμμένα δημόσια τελέσματα ἐνέγκατε καὶ σωματίσατε εἰς τὰς προσηγορίας τοῦ αὐτοῦ μου συμβίου τοῦ αὐτοῦ αἰδεσίμου Ἰουλίου ἀπὸ ἐμβολῆς καρπῶν καὶ χρυσικῶν τῆς σὺν θεῷ δευτέρας ἐπινεμήσεως καὶ αὐτῆς καὶ ἐπὶ τὸν ἀεὶ ἅπαντα χρόνον. καὶ πρὸς ἀσφάλειαν τῆς σῆς θαυμασιότητοςθαυμασιτ καὶ τοῦ δημοσίου λόγου τούτοις ἐχρησάμην τοῖς ἐπιστάλμασιν τοῦ σωματισμοῦ μεθʼ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται. Φλαουία Εὐήθεια ἡ εὐγενε στάτη θυγάτηρ τοῦ τῆς εὐλαβοῦς μνήμης Ἀπολλῶτος γενομένου περι ἡ προγεγραμμένη πεποίημαι τούτο τὸ ἐπίσ ταλμα τοῦ σωματισμοῦ ετ ὡς πρόκειται καὶ ὑπέγρ αψαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.