no image
DDbDP-text
Repudiation of a Betrothal via HGV-meta
Linked by Trismegistos ID
TM 37141.
Each record below describes this same ancient text from a different angle.
ἰνδικτίονος ἑνδεκάτης. τὸ παρὸν τῆς διαλύσεως ῥεπούδιον διαπέμπομαι ἐγὼ Ἰωάννης πατὴρ Εὐφημίας τῆς ἐμῆς ὑπεξουσίου θυγατρὸς σοὶ Φοιβάμμωνι τῷ εὐδοκιμωτάτῳ μου γαμβρῷ, διὰ Ἀναστασίου τοῦ λαμπροτάτου ἐκδίκου ταύτης τῆς Ὀξυρυγχιτῶν πόλεως, περιέχονπεριέχων ὡς ὑποτέτακται. ἐπειδὴ εἰς ἀκοὰς ἐμὰς ἦλθεν ὅτι εἰς ἔκθεσμα πράγματά τινα παρεμβάλλεις ἑαυτόν, ἅπερ οὐδὲ θεῷ οὐδὲ τοῖς ἀνθρώποις ἀρέσκουσιν, καὶ οὐ δέον ἐστὶν ταῦτα ἐνἐγ γράμμασιν ἐντεθῆναι, καλὸν ἡγησάμην τὴν μεταξὺ σοῦ καὶ αὐτῆς τῆς ἐμῆς θυγατρὸς Εὐφημίας διαλυθῆναι συνάφειανσυνάφιαν διὰ τὸ ἐμέ, ὡς εἴρηται, ἀκηκοέναι σε παρεμβάλλοντα ἑαυτὸν ἐν τοῖς αὐτοῖς ἀθέσμοις πράγμασιν καὶ βούλεσθαί με εἰρηνικὸν καὶ ἡσύχιον βίον διάξαι τὴν ἐμὴν θυγατέρα. τούτου οὖν ἕνεκεν τὸ παρὸν τῆς μεταξὺ σοῦ καὶ αὐτῆς τῆς ἐμῆς θυγατρὸς Εὐφημίας συναφείαςσυναφίας ῥεπούδιον διεπεμψάμηνδιαπεμψάμην σοὶ διὰ τοῦ εἰρημένου λαμπροτάτου ἐκδίκου μεθʼ ὑπογραφῆς ἐμῆς, οὗ τὸ ἴσον ἔλαβον ἐνυπόγραφον χειρὶ τοῦ αὐτοῦ λαμπροτάτου ἐκδίκου. πρὸς οὖν ἀσφάλειαν τῆς αὐτῆς μου θυγατρὸς Εὐφημίας τὸ παρὸν τῆς περιλύσεως ῥεπούδιον διεπεμψάμηνδιαπεμψάμην σοὶ γραφὲν μηνὶ Ἐπεὶφ ια ἰνδικτίονος ἑνδεκάτης. Ἰωάννης πατὴρ Εὐφημίας τῆς ἐμῆς θυγατρὸς ὁ προγεγραμμένος διεπεμψάμην τὸ παρὸν τῆς περιλύσεως ῥεπούδιον σοὶ Φοιβάμμωνι τῷ εὐδοκιμοτάτῳ γαμβρῷ ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.