no image
DDbDP-text
Mietvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 20952.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τῆς ἁγίας καὶ ὁμοουσίουὁμοουσίουὁμουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ τῆς δεσποίνης ἡμῶν τῆς θεοτόκου καὶ πάντων τῶν ἁγίων βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Φωκᾶ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους β Φαρμοῦθι γ τῆς παρούσης ἑβδόμης ἰνδικτίονος ἐν Ἡρακλέους πόλει. τῷ λαμπροτάτῳ Βελισαρίῳ τραπεζίτῃ τοῦ ἐνδόξου οἴκου Στρατηγίου τοῦ πανευφήμου πατρικίου υἱῷ τοῦ τῆς μακαρίας μνήμης Κοσμᾶ ἀφʼ Ἡρακλέους πόλεως Φοιβάμμων βοηθὸς υἱὸς τοῦ μακαρίου Πτολεμαίου ἑξῆς ὑπογράφων ἰδίᾳ χειρὶ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. μεμίσθωμαι παρʼ αὐτῆς ἀπὸ τῶν ὑπαρχόντων αὐτῇ ἐν τῇ αὐτῇαὐτῇ Ἡρακλέους πόλει ἐν λαύρᾳ ἐκκλησίας Ἀββᾶ Μηνᾶ ἀπὸ οἰκίας ὅλης ἀνεῳγμένης εἰς λίβα ἐν τῇ πρώτῃ στέγῃ ἐξέδραν μίαν βάλλουσαν εἰς ἀπηλιώτην καὶ ἐν τῷ δώματι ἀρτοθήκην μίαν καὶ ἐν τῷ καταγαίῳκατωγαίῳκαταγαίῳ καμάρας δύο μετὰ παντὸς αὐ τοῦ δικαίου ἐφʼ ὃν βούλει χρόνον ἀπὸ νουμηνίας τοῦ εἰσιόντος μηνὸς Παχὼν τῆς αὐτῆς ἑβδόμης ἰνδικτίονος ἐνοικίου κατʼ ἔτος χρυσοῦχρυσίου μίσθωσις Φοιβάμμωνος υἱοῦ Πτολεμαίου βοηθοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.