no image
DDbDP-text
Affitto di un frantoio via HGV-meta
Linked by Trismegistos ID
TM 19347.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ αὐτο κράτορος ἔτους εἰκοστοῦ ἕκτου, μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους ἑνδεκάτου, Ἐπεὶφ ιθ πρώτης ἰνδικτίονος. τῷ δικαίῳ τῆς ἁγίας διακονίας καλουμένης τοῦ Ὀασιτῶν κεκτημένης ἐν τῷ ὄρει κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ διὰ τοῦ εὐλαβεστάτου Δανιηλίου Τιμοθέου μονάζοντος καὶ προεστῶτος Αὐρήλιος Κυριακὸς Ἑρμαυῶτος ἐκ μητρὸς Ἐλισαβὲτ ἐλαιουργὸς ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ ἑκὼν καὶ ἀμετάσμενος μεμισθῶσθαι παρʼ ὑμῶν πρὸς διετῆ χρόνον λογιζόμενον ἀπὸ τοῦ παρελθόντος μηνὸς Φαρμοῦθι τῆς παρελθούσης πεντεκαιδεκάτης ἰνδικτίονος τὸ ὑπάρχον ὑμῖν ον τρίτον μέρος ἀπὸ τοῦ ἐλαιουργίου διακειμένου ἐπὶ τῆς αὐτῆς κώμης Ἀφροδίτης ἐπὶ ῥύμης Ἴσιτος τμουντος, καὶ τὸ αἱροῦν ὑμῶν μέρος τοῦ ἐκεῖσε φρέατοςφρέαδος καὶ ὁλόκληρον ὑμῶν ἀνδρεῶνα νεῦον εἰς νότον ἐν τῇ δευτέρᾳ στέγῃ σὺν ὑπερῴᾳ καὶ ἀνηκόντωνων πάντων τοῦ προκειμένου ἐλαιουργίου νεύοντας εἰς λίβα σὺν πάσαις ἐξαρτίαις vestiges vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.