no image
DDbDP-text
Reconnaissance d’une dette via HGV-meta
Linked by Trismegistos ID
TM 18874.
Each record below describes this same ancient text from a different angle.
χμγ βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους ιζ, τοῖς μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου, Φαμενὼθ ιε ζ ἰνδικτίονος, Φλαυΐῳ Διοσκόρῳ Ἀπολλῶτος ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Αὐρηλίου Ἀπολλῶτος Ἑρμαυῶτος ἐκ μητρὸς Τσενυρίας, ποιμένος ἀπὸ τῆς αὐτῆς κώμης, χαίρειν. ὁμολογῶ ὀφείλειν καὶ χρεωστεῖν τῇ σῇ τιμιότητι, ὑπὲρ τιμῆς ἐρέαςἐραίας πραθείσηςπραθεντος μοι παρʼ αὐτῆς, χρυσοῦ νομισματίου τρίτον πρὸς τὴν συναλλαγὴν τῆς αὐτῆς κώμης· γίνεται χρυσοῦ νομισμάτιον γ. καὶ ἑτοίμως ἔχω τοῦτο παρασχεῖν τῇ σῇ ἀρετῇ ἐν τῇ νεομηνίᾳνειομηνίᾳ ἐπαγομένων σὺν Θεῷ μελλούσης ὀγδόης ἰνδικτίονος, δίχα τινὸς ἀντιλογίας, ὑποκειμένων ὑμῖν εἰς τοῦτοτοῦτου πάντων μου τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων, κινητῶν καὶ ἀκινήτων, λόγῳ ἐνεχύρου καὶ ὑποθήκης δικαίῳ. καὶ εἰςεἰ σὴν ἀσφάλειαν ἐθέμην τοῦτο τὸ ἀσφαλές, ἐφʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογραφόντος, καὶ ἐπερωτηθεὶς ὡμολόγησα . Αὐρήλιος Ἀπολλῶς Ἑρμαύωτος ὁ προκείμενος συμ φωνεῖσυμφωνῖ μοι, καὶ ἀποδώσω σοι ὡς πρόκειται. Φλάυιος Θεότεκνος Ψαίου ἀποπραιποσίτου, ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος . Αὐρήλιος Μαθίας Ἰωσηφίου μαρτυρῶ τῇ ὀφειλῇ ἀκούσας παρὰ τοῦ θεμένου . Αὐρήλιος Ἰωάννης Βίκτορος μαρτυ ρῶ τῇ ὀφειλῇὀφιλεῖ ἀκούσας παρὰ τοῦ θε μένου. ἐγράφη διʼ ἐμοῦ Ἀμάιτος Ἀβρααμίου vestiges τῇ νεομηνίᾳνειομηνίᾳ ἐπαγομένων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.