no image
DDbDP-text
Paramone Contract via HGV-meta
Linked by Trismegistos ID
TM 22581.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ Κυρίου καὶ Δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Φωκᾶ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτουςἔτους δευτέρου Φαμενὼθ δευτέρας ἑβδόμης ἰνδικτίονος ἐν Ἑρμοῦ Πόλει τῆς Θηβαίδος. Αὐρήλιος Κολλοῦθος υἱὸς Θεοφίλου ἐκ μητρὸς Κύρας χειριστὴς ἀπὸ τῆς Ἑρμουπολιτῶν Κύρῳ τῷ θεοφιλεστάτῳ πρεσβυτέρῳ καὶ αὐθέντῃ στιππουργῷ, υἱῷ τοῦ τῆς μακαρίας μνήμης Βίκτορος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ δεδέχθαι παρὰ σοῦ λόγῳ προχρείας τῆς ἐμῆς χειριστικῆς τέχνης ἐπὶ τοῦ ἔργου τῆς σὺν Θεῷ ὀγδόης ἰνδικτίονος χρυσοῦ νομισμάτια τέσσαρα ἥμισυ παρὰ κεράτια ἓξ ἕκαστον ζυγῷ Ἑρμοῦ Πόλεως, γίνεται χρυσοῦ νομισμάτια δ 𐅵 παρὰ κεράτια κζ· ἐφʼ ᾧ ἐμὲ παραμεῖναί σοι καὶ προσεδρεῦσαι τῷ σῷ ἐργαστηρίῳ καὶ ἐργάσασθαί σοι εἰς τὴν ἐμὴν χειριστικὴν τέχνην ἐ πὶ τοῦ ἔργου τῆς σὺν Θεῷ ὀγδόης ἰνδικτίονος ἀπὸ κατάρξεως τῆςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.