no image
DDbDP-text
Acknowledgement of Debt via HGV-meta
Linked by Trismegistos ID
TM 22070.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείανὑπατίαν Φλαουίων Μοναξίου καὶ Πλίντα τῶν λαμπροτάτων Μεχεὶρ κ. Φλαουίῳ Ἰσὰκ ἀπὸ πραιποσίτων γεουχοῦν τι ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει ἐπιτρόπῳ τῆς θειοτάτηςθειωτατης οἰκίας διὰ Διδύμου οἰνοπράτου Αὐρήλιος Φοιβάμμων Ἀμμωνίου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ὀφείλεινὀφλειν σοι καὶ χρεωστεῖνχρεωστῖν ὑπὲρ τιμῆςδιμῆς οἴνου οὗ ἐώνημαιεωνημε παρὰ σοῦ καὶ ἐβάσταξα κατὰ τὰ μεταξὺ σύμφωνα χρυσοῦ νομισμά τιον ἁπλοῦν δεσποτικὸν εὔσταθμον δόκιμον ἕν, γίνεται νομισμάτιον α, ὅπερ ἀκίνδυνον ὂν ἀπὸ παντὸς κινδύνου ἐπάναγκες ἀποδώσω σοι ἐν τῷ Παῦνι μηνὶ τοῦ ἐνεστῶτος ἔτους ϙϛ ξε εἰς ἀρχὴν τῆς τετάρτης ἰνδικτίονος ἀνυπερθέτως, γιγνο μένης σοι τῆς πράξεως παρὰ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Φοιβάμμων Ἀμμωνίου ὁ προκίμενος ἔχω καὶ ὀφείλωὀφίλω ἀπὸ τιμῆς οἴνου τὸ τοῦ χρυσοῦ νο μισμάτιον ἓν καὶ ἀποδώσω ἐν τῇ προθεσμίᾳ ὡς πρόκιται. Αὐρήλιος Ἀμμώνιος Μαύρου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. δι εμυ ναδυ νικιυ γραμμάτιον Φοιβάμμωνος Ἀμμωνίου ὑπηρέτουὑπηρετης υἱοῦ Ἄμμωνος νομισματίου α.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.