no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 22522.
Each record below describes this same ancient text from a different angle.
ἐμίσθωσαν Αὐρήλιοι Συρίων πρεσβύτερος υ καὶ Ἡρα κλιανὸς ὁ καὶ Σαραπίων ἀμφότε ροι ἀπʼ Ὀξυρύγχων πόλεως Αὐρη λίῳ Ἀμμωνᾶτι ρᾶτος μητρὸς Ταυσείριος ἀπὸ κώμης Ψώβθεως ἀπηλιώτου εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος γ ἔτους τὰς ἀναγραφομέ νας εἰς Στρατιωνος περὶ τὴν αὐτὴν Ψῶβθιν βασιλικῆς γῆς ἀρούρας ἓξ ἢ ὅσας ἐὰν ὦσι, ὥσ τε κατʼ ἔτος σπεῖραι καὶ ξυλαμῆσαι τὸ μὲν ἥμισυ πυρῷ, τὸ δὲ ἕτερον ἥμισυ χλωροῖς, ἐκφορίου καὶ φόρου κατʼ ἔτος κατʼ ἄρουραν τῆς μὲν ἐν πυ ρῷ ἀνὰ πυροῦ ἀρτάβας ὀκτώ , τῆς δὲ ἐν χλωροῖς ἀνὰ δραχμὰς τεσσαράκοντα τέσσαρας ἀκινδύ νων παντὸς κινδύνου, τῶν τῆς γῆς κατʼ ἔτος δημοσίων ὄντων πρὸς τοὺς μεμισθωκότας, κυριεύ οντας τῶν καρπῶν ἕως τὰ κατʼ ἔτος ὀφειλόμενα ἀπολάβωσι. ἐὰν δέ τις, ὃ μὴ εἴη, τοῖς ἑξῆς ἔτεσι ἄβροχος γένηται, παραδεχθήσεται τῷ με μισθωμένῳ, ὃς καὶ βεβαιουμένης τῆς μισθώσεως μετρείτω τὸν κατʼ ἔτος πυρὸν εἰς δημόσιον θη σαυρὸν ἰδίαις ἑαυτοῦ δαπάναις καὶ θέμα ἀναδότω τοῖς μεμισθω κόσι ὑπὸ τὴν πρώτην μέτρησιν καθαρὸν ἀπὸ πάντων καὶ ἀποδό τω τὸν κατʼ ἔτος ἀργυρικὸν φόρον μηνὶ Παῦνι, τῆς πράξεως γεινομέ νης παρά τε αὐτοῦ καὶ ἐκ τῶν ὑπαρ χόντων αὐτῷ πάντων. κυρία ἡ μίσθωσις. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι . Αὐρήλιος Ἀμ μωνᾶς ρᾶτος μεμίσ θωμαι τὴν γῆν ἐπὶ τὰ τέσσαρα ἔτη καὶ ἀποδώ σω τὰ προκείμενα ὡς πρόκειται. Αὐρήλιος ογένους ἔγραψα ὑπὲρ αὐτοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.