no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 26536.
Each record below describes this same ancient text from a different angle.
ἐμίσθωσεν Ἀπολλώνιος Ἀπολλωνίου τοῦ Διογένους ἀπὸ Ὀξυ ρύγχων πόλεως Θοτεῖ Ζωΐλου τοῦ Θοτέως ἀπὸ τοῦ πρότερον Σαραπίω νος Χαιρήμονος ἐποικίου περὶ Σενεψαοὺ εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ εἰσιόντος δωδεκάτου ἔτους ἃς ἔχει περὶ Κερκεθῶνιν ἀρού ρας ὀκτώ , ὥστε τῷ πρώτῳ καὶ τρίτῳ ἔτεσιἔτεσει κατʼ ἔτος ξυλαμῆ σαι χλωροῖς ἀποτάκτου κατʼ ἔτος πυροῦ ἀρταβῶν εἴκοσι τεσσάρων , τῷ δὲ δευτέρῳ καὶ ἐσχάτῳ ἔτεσι κατʼ ἔτος σπεῖραι πυρῷ ἀποτάκτου κατʼ ἔτος πυροῦ ἀρταβῶν ὀγδοήκοντα καὶ ἐπὶ τὴν τετραετίαν κατʼ ἔτος ἐκτάκτων σπονδῆςσποντῆς δραχμῶν ὀκτώ , ἀκίνδυνα πάντα παντὸς κινδύνου τῆς κατʼ ἔτος τῶν χωμάτων ἀπεργασίας καὶ ὑδροφυ λακίας οὔσης πρὸς τὸν μεμισθωμένον Θοτέα. ἐὰν δέ τις ἄβροχος γένηται, παραδεχθήσεται τῷ μεμισθωμένῳ, τῶν τῆς γῆς κατʼ ἔτος δημοσίων ὄντων πρὸς τὸν μεμισθωκότα. ὁμολο γεῖ δὲ ὁ μεμισθωμένος ἔχειν παρὰ τοῦ μεμισθωκότος προ χρήσεως δραχμὰς ἑκατόν , ἃς καὶ ἀποδώσειν αὐτῷ μηνὶ Φα μενὼθ τοῦ εἰσιόντος δωδεκάτου ἔτους ἀκινδύνους παντὸς κινδύνου. κυριευέτω δὲ ὁ μεμισθωκὼς τῶν καρπῶν ἕως τὰ ἑαυτοῦ κομίσηται. τῆς δὲ μισθώσεως βεβαιουμένης ἀποδό τω ὁ μεμισθωμένος τῷ μεμισθωκότι τὴν μὲν πρόχρησιν ἀνυπερθέτως, τὸ δὲ κατʼ ἔτος ἀπότακτον μηνὶ Παῦνι ἐφʼ ἅλω πυρὸν νέον καθαρὸν ἄδολον ἄκριθον κεκοσκι νευμένον ὡς εἰς δημόσιον μετρούμενονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.