no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 15646.
Each record below describes this same ancient text from a different angle.
ἐμίσθωσεν Θέων Θέωνος τοῦ Θέωνος τῶν ἀπὸ Ὀξυρύγχων πόλεως Ἰόλλᾳ Πνεφερῶτος τοῦ Ἰόλλου τῶν ἀπὸ κώμης Περετνούεως τοῦ Κυνοπολείτου Πέρσῃ τῆς ἐπιγονῆς εἰς ἔτη δύο βροχὰς δύο ἀπὸ τοῦ ἐνεστῶτος πέμπτου ἔτους Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ τὰς ὑπαρχούσας τῇ γυναικὶ αὐτοῦ Ἀπολλωνοῦτι Σαραπίω νος περὶ Θμοιθῶθιν τῆς ἄνω τοπαρχίας ἀπὸ ἀρουρῶν ἐννέα ἐκ τοῦ ἀπὸ βορρᾶ μέρους ἀρούρας πέντε ὥστε ταύτας τῷ μὲν ἐνεστῶ τι ἔτει ξυλαμῆσαι ἀράκῳ, ἐκφορίου ἑκάστης ἀρούρης ἀνὰ πυροῦ ἀρτάβας δὺο τέταρτον , τῷ δὲ εἰσιόντι ἔτει σπεῖραι πυρῷ, ἐκφορίου ἑκάστης ἀρούρης ἀνὰ πυροῦ ἀρτάβας ἑπτά . δώσει δὲ ὁ μεμισθωμένος τῷ Θέωνι κατʼ ἔτος ἄρτων ἀρτάβης τέταρτον ὄγδοον , τῆς κα τʼ ἔτος ὑδροφυλακίας οὔσης τῶν ἀρουρῶν πρὸς τὸν μεμισθωμένον, ἀκίνδυνα τὰ κα τʼ ἔτος ἐκφόρια παντὸς κινδύνου. ἐὰν δέ τις τῷ εἰσιόντι ἔτει ἄβροχος γένηται, παραδε χθήσεται τῶι μεμισθωμένῳ τὸ ταύτης ἐκφόριον· ἐὰν δέ τι πραχθῇ ὁ μεμισθωμέ νος εἰς τὸ δημόσιον ἢ εἰς ἄλλο τι ὑπὲρ Θέω νος ἢ τῆς γυναικὸς ἢ τῆς γῆς, ὑπολογείτω ἀπὸ τῶν ἐκφορίων, τῶν δὲ κατʼ ἔτος καρπῶν κυριευέτω Θέων ἕως τὰ ἐκφόρια κομίσηται. τῆς δὲ μισθώσεως βεβαιουμένης, ἀποδότω ὁ μεμισθωμένος τῷ Θέωνι τὰ κατʼ ἔτος ἐκ φόρια ἀεὶ τῷ Παῦνι μηνὶ ἐφʼ ἅλω περὶ τὸ Ἀρχι βίου ἐποίκιον πυρὸν νέον, καθαρόν, ἄδολον, ον, μέτρῳ τετραχοινίκῳ Σαραπίωνος , ἀποτεισάτω αὐτῷ ἑκά ε ἔτους μίσθωσις Ἀπολλωνοῦτος πρὸς Ἰόλλαν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.