no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 20633.
Each record below describes this same ancient text from a different angle.
ἐμίσθωσεν Τρύφων Ἀριστάνδρου καὶ Σαραπίων Ἡρώδου τῶν ἀπʼ Ὀ ξυρύγχων πόλεως Ἀπολλωνίῳ Ὥρου τῶν ἀπὸ κώμης Σενέπτα ΠέρσῃΠέρσης τῆς ἐπιγονῆς εἰς τὸ ἐν εστὸς ἕκτον ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἀπὸ τῶν ὑ παρχόντων αὐτοῖς περὶ τὴν αὐ τὴν κώμην ἐκ τοῦ Δίωνος κλή ρου τὰς ἀπὸ ἐπικαλάμουαπικαλαμου ἀρούρας δέκα ἥμισυ , ὧν γείτονεςγίτονες ἀπηλιώ του Διδύμου νότου τῶν προγεγραμ μένων βορρᾶ τῶν αὐτῶν λιβὸς Σεύθου Ποτάμωνος, ὥστε ξυλαμῆσαι χόρτῳχορτον εἰς κοπὴν καὶ ἐπινομήν, φόρου ἑκάστης ἀρούρης μηδεμιᾶς γεωμετρίας γενομένης ἀνὰ ἀργυρίου δρα χμὰς τριάκοντα ἓξ ἀκίνδυνα παντὸς κινδύνου, τῶν ὑπὲρ τῆς γῆς δημοσίων ὄντων πρὸς τὸν μεμισθωκότα, ὃν καὶ κυριεύειν τῶν καρπῶν ἕως ἂν τὸν φόρον κομίσηται. τῆς δὲ μισθώσεως βεβαιουμένης ἀποδότω ὁ με μισθωμένος τὸν φόρον τῷ Παῦνι μηνὶ τοῦ αὐτοῦ ἔτους, ὃ δʼ ἂν προσοφειλέσῃ ἀποτει σάτω μεθʼ ἡμιολίας, καὶ ἡ πρᾶ ξις ἔστω τῷ μεμισθωκότι ἔκ τε τοῦ αὐτοῦ Ἀπολλωνίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκἐγ δίκης. κυρία ἡ μίσθωσις. ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Θὼθ κε. Σαραπίων Ἡρώδου συν μεμίσθωμαι τὰς προ κειμένας ἀρούρας δέκα ἥμισυ μηδε μιᾶς γεωμετρίας γενομένης ἀνὰ ἀργυ ρίου δραχμὰς τριά κοντα ἓξ κατʼ ἄρουραν ὡς πρόκειται. χρόνος ὁ αὐτός. Ἀπολλωνίου μίσθωσις εἰςἰς τὸ ϛ ἔτος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.