no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 21969.
Each record below describes this same ancient text from a different angle.
ἐμίσθωσαν Αὐρήλιοι Σερῆνος ὁ καὶ Σαραπίων καὶ Ἀπίων ἀμφότεροι Ἀγαθείνου ἀπʼ Ὀξυρύγ χων πόλεως Αὐρηλίοις Ἀντω νίῳ Πλάτωνος μητρὸς Τα πάλλιος καὶ Πανεχώτῃ Πανε χώτου μητρὸς Ταύριος Ἱερέως ἀμφοτέροιςἀμφοτεροι ἀπὸ κώμης Μερ μέρθων ἐπὶ χρόνον ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος ιδ ἔτους τὰς ὑπαρ χούσας αὐτοῖς περὶ Μερμέρθα ἐν δυσὶ κλήροις ἀρούρας πέντε , ὥστε τοὺς μεμισθωμένους σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν αἱρῶνται χωρὶς ἰσάτεωςεἰσάτεως καὶ ὀ χομενίουἐχομενίου, ἐκφορίου κατʼ ἔτος ἀποτάκτου πυροῦ ἀρταβῶνἀρτάβας δέκα καὶ φακῆς ἀρταβῶν δέκα ἀκινδύνων παντὸς κινδύ νου, τῶν τῆς γῆς κατʼ ἔτος δη μοσίων ὄντων πρὸς τοὺς γεούχους κυριεύοντας τῶν καρπῶν ἕως τὰ ὀφειλόμενα ἀπολάβωσι. ἐὰν δέ τις, ὃ μὴ εἴη, ἄβροχος γένηται, παραδεχθήσε ται τοῖς μεμισθωμένοις. βεβαι ουμένης δὲ τῆς μισθώσεως ἀποδότωσαν οἱ μεμισθωμέ νοι τὸν πυρὸν καὶ τὴν φακῆν νέα καθαρὰ ἄδολα ἄβωλα κεκοσκινευμένα, τὸν μὲν πυρὸν ὡς εἰς δημόσιον με τρούμενον, τὴν δὲ φακῆν χω ρὶς βοτανῶν ἐφʼ ἅλω τῆς Μερμέρθων κοινομετροῦν τεςκοινουμετροῦντος δικαίᾳ μετρήσειμετρήσι τῆς πράξε ως οὔσης παρά τε τῶν μεμισθω μένων ἀλληλενγύων ὄντων καθότι πρόκειται, περὶ ἧς ἐ περωτήσαντες ἀλλήλους ἑαυτοῖς ὡμολόγησαν. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Θὼθ κζ. Αὐρήλιοι Ἀντώνιος καὶ Πα νεχώτης μεμισθώμεθα τὴν γῆν καὶ ἀποδώσο μεν τὰ ἐκφόρια ἐξ ἀλληλεγ γύης ὡς πρόκειται, καὶ ἐπερωτηθέν τες ὡμολογήσαμεν. Αὐρήλιος Χαιρήμων ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. μίσθωσις Μερμέρθων ἀρουρῶν πέντε .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.