no image
DDbDP-text
Lease. Land via HGV-meta
Linked by Trismegistos ID
TM 36941.
Each record below describes this same ancient text from a different angle.
ἐν τόπῳ Που καὶ καταλειια φόρου τούτου κατʼ ἔτος σιτοκρίθου κατὰ τὸ ἥμισυ ἀρταβῶν καθὼς περιέχει καὶ ἡ παλαία μίσθωσις τῶν πρὸ ἐμοῦ γεωργῶν καὶ Ἀπίωνος τῶν Τωρανίου, ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον ἀποδώσω καὶ μετρήσω τῷ ὑμετέρῳ προνοητῇ τῷ παραλημπτικῷ ὑμῶν μέτρῳ Ἀθηναίῳ καιρῷ συγκομιδῆς ἑκάστου ἔτους ἀνυπερθέτως ἐν τῷ συμβρόχῳ καὶ ἀβρόχῳ καὶ ἀποκαταστήσω αὐτὸν τὸν φόρον εἰς τὸν ὑμέτερον θησαυρὸν ἰδίοις μου ζῴοις καὶ ἀναλώμασι παρέξω δὲ κατʼ ἔτος λόγῳ συνηθείας ἓν ἄξιον χρυσοῦ κερατίου ἑνὸς ἡμίσεως καὶ τυρὸν εὐάρεστον ἕνα σταχύων δέματα εἴκοσι καὶ λαψάνηςλεψάνης ἀγγεῖα δύο καὶ γάλακτος χύτρανχόας ἡ μίσ θωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀνούφιος Ε μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ἀπολλῶς Φοιβάμμωνος ὑπηρέτηςὑπε ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Φλαύιος Σερῆνος Χριστοδώρου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος ΛεόντιοςΛεοντιου ΚυριακοῦΚυριακῶ ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Ἴσακος Ἀσκληπιάδου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ ἈπολλῶτοςΠαλῶτος ἐγράφη. γεωργοῦ ἀπὸ κώμης Θότεως τοῦ Ἑρμουπολίτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.