no image
DDbDP-text
ο ἐν τῷ Ἐπεὶφ μηνὶ ἑκάστου ἔτους καθαρὸν νέον κεκοσκινευ μένον μέτρῳ Ἀθηναίῳ καὶ ἀποκαταστήσω τοῦτον εἰς οἶκόν σου ἐν τῇ αὐτῇ πόλει ἰδίοις μου ζῴοις, παρέξω δὲ καὶ χόρτου κολοβοφυτοῦς πρὸς μίαν κοπὴν ἅμματα ὀκτὼ καὶ ἀχύρου σιτίνου σαργάνας δύο. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Πέτρος Παησίου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ἀμμώνιος Κολλούθου ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Πινουτίων Σαραπίωνος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Θεοδόσιος Ταυρίνου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. εἰ δὲ ἁγίασιν με πέμπω τῷ σιγγουλαρίῳ σοῦ ἄλλο μέρος δούσης τῶν σπορδούλων ἐφʼ ὅσον χρόνον γεωργῶ τῶν αὐτῶν σου ἀρουρῶν. διʼ ἐμοῦ Σιλουανοῦἐμοῦ λομου ἐγράφη διʼ ἈπαλῶτοςἈπολ βοηθοῦ .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.