no image
DDbDP-text
εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἂν αἱρῶμαι φόρου τῶν αὐτῶν δύο ἀρουρῶν καθʼ ἕκαστον ἐνιαυτὸν ἀπὸ ἑκάστης ἀρούρης σιτοκρίθου κατὰ τὸ ἥμισυ ἀρταβῶν ἕξ , ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ παραλημπτικῷ Ἀθηναίῳ ἀποδώσω καὶ μετρήσω τῷ Ἐπεὶφ μηνὶ κατʼ ἔτος ἀνυπερθέτως καθιστανόμενον αὐτὸν τὸν φόρον εἰς οἶκόν σου ἐν Ἑρμοῦ πόλει ἰδίοις μου ζῴοις καὶ ἀναλώμασι ἀνυπερθέτως. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα . Αὐρήλιος Κολλοῦθος Ἑρμίνου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ἰωάννης Καλλινίκου ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος . Αὐρήλιος Ἰωάννης Παπνουθίου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇδῇ μισθώσειμεισθώση ἀκούσας παρὰ τοῦ θεμένου . . Αὐρήλιος Βίκτωρ Δαγαλαίφου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Καλλινίκου ἐγράφη διὰ Γεωργίου ἀδελφοῦ κύριε βοήθειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.