no image
DDbDP-text
καὶ ἥμισυ μέρους φρέατος διακειμένην ἐν τῷ αὐτῷ ἐποικίῳ πρὸς χρῆσιν ἐμὴν καὶ καταγω γὴν ἐνοικείου τῆς αὐτῆς ἐπαύλεως κατʼ ἔτος χρυσοῦ κερατίων τεσσάρων , ὅπερ ἐνοί κειον ἀποδώσω σοι πρὸς λῆξιν ἑκάστου ἔτους ἀνυπερθέτως καὶ ὁπόταν βουληθῇς ἔχειν παρα δώσω σοι τὴν αὐτὴν ἔπαυλιν σὺν θύρᾳ ὡς παρέλαβον. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα . Αὐρήλιος Πιηοῦς Ἀντινόου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται . Γεώργιος Φοιβάμμωνος ὑποδιάκονος ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος . Φλάουιος Μη νᾶς Διοσκόρου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσειμισθώσι ἀκούσας παρὰ τοῦ θεμένου . Αὐρήλιος Πέτρος Ἑρμοῦ ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου . διʼ ἐμοῦ Εὐλογίου ἐγράφη διὰ Γεωργίου κύριε βοήθειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.