no image
DDbDP-text
Sublease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 16538.
Each record below describes this same ancient text from a different angle.
ἐμίσθωσεν Σαραπᾶς Πτολ λᾶτος μητρὸς Φιλουμένης ἀπὸ Ὀξυρύγχων πόλεως Ἀμόιτι χρηματίζοντιχρηματι μητρὸς Τααμόιτος ἀπὸ Ταμπέμου πρὸς μόνον τὸ ἐνεστὸς γ ἔτος Αὐρηλίων Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν ἃς καὶ αὐ τὸς τυγχάνει ἔχειν ἐν μισθώ σει παρὰ Διδύμου Θέωνος τῶν γεγυμνασιαρχηκότων καὶ τῆς ἀδελφῆς περὶ τὸ Σατύ ρου ἐποίκιον ἀρούρας δύο δίμοιρον ὥστε ταύτας ξυ λαμῆσαι χόρτῳ εἰς κοπὴν καὶ ἐπινομήν, φόρου ἀποτά κτου δραχμῶν ἑκατόν . ἀκίνδυνος ὁ φόρος παντὸς κινδύνου, τῶν τῆς γῆς δημο σίων ὄντων πρὸς τὸν μεμισ θωκότα ὃν καὶ κυριεύειν τῶν καρπῶν ἕως ἂν τὸν φόρον κομίσηται. τῆς δὲ μισθώσεως βεβαιουμένης ἀποδότω ὁ με μισθωμένος τῷ μεμισθω κότι τὸν φόρον τῷ Ἐπεὶφ μη νὶ καὶ ἡ πρᾶξις ἔστω τῷ με μισθωκότι ἔκ τε τοῦ μεμισ θωμένου καὶ ἐκ τῶν ὑπαρ χόντων αὐτῷ πάντων. κυρία ἡ μίσθωσις. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Θὼθ ιβ. Ἀμόις μητρὸς Τα αμόιτος μεμίσθωμαι τὴν γῆν πρὸς τὸ ἐνεστὸς σωSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.